Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Νῦν δὲ ἄκουσον, παῖς μου Ἰακώβ, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην,

οὕτως λέγει Κύριος ὃ θεὸς ὃ ποιήσας σε, καὶ ὃ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηθηθήσῃ· μὴ φοβοῦ, παῖς μου Ἰακώβ, καὶ ὃ ἠγαπημένος Ἰσραὴλ ὃν ἐξελεξάμην.

ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου, καὶ

ἀνατελοῦσιν ὡσεὶ χόρτος ἀνὰ. μέσον ὕδατος, καὶ ὡς ἰτέα ἐπὶ παραρέον ὕδωρ.

οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος ἐρεῖ ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράφει Τοῦ θεοῦ εἰμι, ἐπὶ τῷ ὀνόματι Ἰσραήλ.

Οὕτως λέγει ὁ θεὸς ὁ βασιλεὺς τοῦ Ἰσραὴλ ὁ ῥυσάμενος αὐτόν, θεὸς σαβαώθ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν θεός·

τίς ὥσπερ ἐγώ; στήτω, καλεσάτω, καὶ ἑτοιμασάτω μοι ἀφ’ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.

μὴ παρακαλύπτεσθε· οὐκ ἀπ’ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν; μάρτυρες ὑμεῖς ἐστε εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ· καὶ οὐκ ἦσαν τότε.

οἱ πλάσσοντες καὶ γλύφοντες πάντες μάταιοι, οἱ ποιοῦντες τὰ καταθύμια αὐτῶν ἅ οὐκ ὠφελήσει αὐτούς· ἀλλὰ αἰσχυνθήσονται.

πάντες οἱ πλάσσοντες θεὸν καὶ γλύφοντες ἀνωφελῆ, φελῆ,

καὶ πάντες ὅθεν ἐγένοντο ἐξηράνθησαν, καὶ κωφοὶ ἀπὸ ἀνθρώπων· συναχθήτωσαν πάντες καὶ στήσονται ἅμα, ἐντραπήτωσαν καὶ αἰσχυνθήτωσαν ἅμα.

ὅτι ὤξυνεν τέκτων σίδηρον, σκεπάρνῳ εἰργάσατο αὐτὸ καὶ ἐν τερέτρῳ ἔτρησεν αὐτό, εἰργάσατο αὐτὸ ἐν τῷ βραχίονι τῆς ἰσχύος αὐτοῦ· καὶ πεινάσει, καὶ ἀσθενήσει, καὶ οὗ μὴ πίῃ ὕδωρ.

ἐκλεξάμενος τέκτων ξύλον ἔστησεν αὐτὸ ἐν μέτρῳ, καὶ ἐν κόλλῃ ἐρύθμισεν, αὐτό, ἐποίησεν αὐτὸ ὡς μορφὴν ἀνδρὸς καὶ ὡς ὡραιότητα ἀνθρώπου, στῆσαι αὐτὸ ἐν οἴκῳ,

[ὃ] ἔκοψεν ξύλον ἐκ τοῦ δρυμοῦ, ὃ ἐφύτευσεν Κύριος, [*](XLIV 1 Ιακωβ o παις μου Β pl. 3 εν διψει υδωρ 4 ωσει] ως ℵΒ pl. ανα μεσον υδ. χορτος ℵ*Β pl. παραρρεον Β. 5 ερει 2°] βοησεται MSS exc A. επιγραψει MSS exc A + χειρι αυτου Β pl. Ισραηλ]+ και βοησεται ℵ*Β pl. 6 om o θεος Β* 144. om του BQ pl. και ρυσαμενος Β. 7 και καλεσατω] + και αναγγειλατω B pl. 8 παρακαλυπτεσθε + μηδε πλανασθε Β 22 pl. ησαν] ηκουσαν BQ al. 9 οι γλυφοντες ℵΒ pl. ματαια ποιουντες Β. 10 om παντες Β al. γλυφοντες] + παντες Β 3.1. 11 στησονται] στητωσαν ℵΒQ pl. αμα 1°] + και B. 12 ετρησεν] εστησεν ℵ*Β pl. ειργασατο] pr και BQ pl. 13 και εποιησεν Β pl. 14 om 1° B al.)

71
καὶ ὑετὸς ἐμήκυνεν,

ἵνα ᾗ ἀνθρώποις εἷς καῦσιν· καὶ λαβὼν ἀπ’ αὐτοῦ ἐθερμάνθη, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτοῦ· τὸ δὲ λοιπὸν εἰργάσατο εἷς θεούς, καὶ προσκυνοῦσιν αὐτούς.

οὗ τὸ ἥμισυ αὐτοῦ κατέκαυσεν ἐν πυρί, καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ’ αὐτῶν, καὶ ἐπ’ αὐτοῦ κρέας ὀπτήσας ἔφαγεν καὶ ἐνεπλήσθη, καὶ θερμανθεὶς εἶπεν Ἡδύ μοι ὅτι ἐθερμάνθην καὶ ἴδον πῦρ.

τὸ δὲ λοιπὸν ἐποίησεν θεὸν γλυπτόν, καὶ προσκυνεῖ αὐτῷ καὶ προσεύχεται λέγων Ἐξελοῦ με, ὅτι θεός μου εἴ σύ.

οὐκ ἔγνωσαν φρονῆσαι, ὅτι ἀπημαυρώθησαν τοῦ βλέπειν τοῖς ὀφθαλμοῖς αὐτῶν καὶ τοῦ νοῆσαι τῇ καρδίᾳ αὐτῶν.

καὶ οὐκ ἐλογίσατο τῇ καρδίᾳ οὐδὲ ἀνελογίσατο ἐν τῇ ψυχῇ αὐτοῦ οὐδὲ ἔγνω τῇ φρονήσει ὅτι τὸ ἥμισυ αὑτοῦ κατέκαυσεν ἐν πυρί, καὶ ἔπεψεν ἐπὶ τῶν ἀνθράκων αὐτοῦ ἄρτους, καὶ ὀπτήσας κρέας ἔφαγεν, καὶ τὸ λοιπὸν αὑτοῦ εἷς βδέλυγμα ἐποίησεν καὶ προσκυνοῦσιν αὐτῷ.

γνῶτε ὅτι σποδὸς ἡ καρδία αὐτῶν, καὶ πλανῶνται, καὶ οὐδεὶς δύναται ἐξελέσθαι τὴν ψυχὴν αὑτοῦ· ἴδετε, οὐκ ἐρεῖτε ὅτι Ψεῦδος ἐν τῇ δεξιᾷ μου.