Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι.

οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ, οὔ κοπιᾶσαί σε ἐποίησα, Ἰσραήλ·

οὐκ ἐμοὶ πρόβατα τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με, οὐδὲ ἐδούλευσας ἐν ταῖς θυσίαις σου, οὐδὲ ἔγκοπον ἐποίησά σε ἐν λιβάνῳ,

οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυμίαμα, οὐδὲ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου καὶ ἐν ταῖς ἀδικίαις σου προέστην σου.

ἐγώ εἰμι ἐγώ εἶμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου, καὶ οὗ μὴ μνησθήσομαι τὰς ἀδικίας σου].

σὺ δὲ μνήσθητι καὶ κριθῶμεν· λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.

οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἶ ἄρχοντες αὐτῶν ἠνόμησαν εἷς ἐμέ,