Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Κύριος ὁ θεὸς ἐβουλεύσατο ἵνα δικαιωθῇ καὶ μεγαλύνῃ αἴνεσιν.

καὶ ἴδον, καὶ ἐγένετο ὁ λαὸς πεπρονομευμένος καὶ διηρπασμένος· ἡ γὰρ παγὶς ἐν τοῖς ταμιείοις πανταχοῦ, καὶ ἐν οἴκοις ἅμα, ὅπου ἔκρυψαν αὐτούς, ἐγένοντο εἷς προνομήν· καὶ οὐκ ἦν ὁ ἐξαιρούμενος ἅρπαγμα, καὶ οὐκ ἦν ὁ λέγων Ἀπόδος.

τίς ἐν ὑμῖν ὃς ἐνωτιεῖται ταῦτα; εἰσακούσεται εἰς τὸ. ἐπερχόμενα.

τίς ἔδωκεν [*](9 ανατειλαι] αναγγειλαι MSS exc AQ 26. 10 η αρχη αυτου] om 87 ανω 22 al. δοξαζεται 22 62 106 147 al. om το ονομα αυτου V 62 147. επ ακρου] απ ακρου MSS exc A 106. 11 επ ακρων] απ ακρων Q al. απ ακρου ℵB al. ορεων] + βοησουσιν (-σονται Q) MSS exc A 106. 14 ως τικτ. εκαρτερησα Β. 15 και θησω] pr ερημωσω ορη και βουνους και παντο χορτον αυτων ξηρανω MSS exc ℵΑQ 26 41 49 91 106 198. 16 ους] ας Β pl. a] τα ℵ om BQV 62 109 al. ποιησω 3°] + αυτοις 22 62 pl. 19 ο(??) παιδες] o λαος (οι) παιδες 22 (48) al. 21 εβουλετο Q pl. μεγαλυνητε 22 al. 22 ταμιοις ℵ*Β*Q*Γ. ουκ ην εξαιρουμ. Β al. 23 εισακουσεται] pr προσεξει και 22 al. 24 τις] οις B Quis Cyp (De Lapsis xx).)

68
εἰς διαρπαγὴν Ἰακώβ, καὶ Ἰσραὴλ τοῖς προνομεύουσιν αὐτόν; οὐχὶ ὁ θεὸς ᾦ ἡμάρτοσαν αὐτῷ, καὶ οὐκ ἐβούλοντο ἐν ταῖς ὁδοῖς αὐτοῦ πορεύεσθαι οὐδὲ ἀκούειν τοῦ νόμου αὐτοῦ;

καὶ ἐπήγαγεν ἐπ᾿ αὐτοὺς ὀργὴν θυμοῦ αὐτοῦ, καὶ κατίσχυσεν ἐπ᾿ αὐτοὺς πόλεμος, καὶ οἱ συμφλέγοντες αὐτοὺς κύκλῳ, καὶ οὐκ ἔγνωσαν ἕκαστος αὐτῶν οὐδὲ ἔθεντο ἐπὶ ψυχήν.

Καὶ νῦν οὕτως λέγει Κύριος ὁ θεός, ὁ ποιήσας σε Ἰακώβ, ὁ πλάσας σε Ἰσραήλ Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ.

καὶ ἐὰν διαβαίνης δι᾿ ὕδατος, μετὰ σοῦ εἰμι, καὶ ποταμοὶ οὐ συγκλύσουσίν σε· καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὗ κατακαύσει σε.

ὅτι ἐγὼ Κύριος ὁ θεός σου, ὁ ἅγιος Ἰσραήλ, ὁ σώζων σε· ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν, καὶ Σοήνην ὑπὲρ σοῦ.

ἀφ᾿ οὗ ἔντιμος ἐγένου ἐναντίον μου, ἐδοξάσθης κἀγώ σε ἠγάπησα, καὶ δώσω ἀνθρώπους πολλοὺς ὑπὲρ σοῦ καὶ ἄρχοντας ὑπὲρ τῆς κεφαλῆς σου.

μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου καὶ ἀπὸ δυσμῶν συνάξω σε.

ἐρῶ τῷ βορρᾷ Ἄγε, καὶ τῷ λιβί Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν, καὶ τὰς θυγατέρας μου ἀπ᾿ ἄκρων τῆς γῆς,

πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα καὶ ἐποίησα. αὐτόν,

καὶ ἐξήγαγον λαὸν τυφλόν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως· τυφλοί, καὶ κωφοὶ ὦτα ἔχοντες.

πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα; ἢ τὰ. ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ, καὶ ἀκουσάτωσαν.

γένεσθέμοι μάρτυρες, κἀγὼ μάρτυς, λέγει Κύριος ὁ θεός, καὶ ὁ παῖς ὃν· ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητέ μοι, καὶ συνῆτε ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεός, καὶ μετ᾿ ἐμὲ οὐκ ἔσται.

ἐγὼ ὁ θεός, καὶ οὐκ ἔστιν παρὲξ ἐμοῦ σώζων.

ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ οὐκ ἦν ἐν ὑμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, κἀγὼ [*](25 κατισχυσεν αυτους (om επ) BQ pl. XLIII 1 ο πλάσας] pr και Β pl. 4 om πολλους Β al. 7 επλασα] + αυτον ℵ*Β pl. 8 κωφα Q* 22 26 pl surdas aures Tyconius 9. τα ωτα MSS exc A. 9 και ακουσατωσαν και ειπατ. αληθη Β om και ακουσατωσαν ℵ*Q 97. 10 om μοι 2° ℵBQ al. 12 υμιν] ημιν B.)

69
μάρτυς, λέγει Κύριος ὁ θεός·

ἔτι ἀπ’ ἀρχῆς, καὶ οὒκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;

Ουτως λέγει Κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ Ἕνεκεν ὑμῶν ἀποστελῶ εἷς Βαβυλῶνα καὶ ἐπεγερῶ πάντας φεύγοντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεηθήσονται.

ἐγὼ Κύριος ὁ θεὸς ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ· βασιλέα ὑμῶν.