Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ἀρχὴν Σιὼν δώσω, καὶ Ἰερουσαλὴμ παρακαλέσω ἐν ὁδῷ.

ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθείς, ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς πόθεν ἐστέ, οὐ μὴ ἀποκριθῶσίν μοι.

εἰσὶν γὰρ οἶ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.

Ἰακὼβ ὁ παῖς μου, ἀντιλήμψομαι αὐτοῦ· Ἰσραὴλ ὅ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἦ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει·

οὐ πράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ.

κάλαμον συντεθλασμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὗ σβέσει, ἀλλὰ εἷς ἀλήθειαν ἐξοίσει κρίσιν.

ἀναλάμψει καὶ οὗ θραυσθήσεται, ἕως ἂν θῇ ἐπὶ τῆς γῆς κρίσιν· καὶ ἐπὶ τῷ ὀνόματι αὑτοῦ ἔθνη ἐλπιοῦσιν.

οὕτως λέγει Κύριος ὁ θεὸς ὁ ποιήσας τὸν οὐρανὸν καὶ πήξας αὐτόν, ὃ στερεώσας τὴν γῆν καὶ τὰ ἐν αὐτῇ, καὶ δοὺς πνοὴν τῷ λαῷ τῷ ἐπ’ αὐτῆς καὶ πνεῦμα τοῖς πατοῦσιν αὑτήν.