Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

τίς γὰρ ἀναγγελεῖ τὰ, ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων, οὐδ’ ἀκούων τοὺς λόγους ὑμῶν.

ἀρχὴν Σιὼν δώσω, καὶ Ἰερουσαλὴμ παρακαλέσω ἐν ὁδῷ.

ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθείς, ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς πόθεν ἐστέ, οὐ μὴ ἀποκριθῶσίν μοι.

εἰσὶν γὰρ οἶ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.

Ἰακὼβ ὁ παῖς μου, ἀντιλήμψομαι αὐτοῦ· Ἰσραὴλ ὅ ἐκλεκτός μου, προσεδέξατο αὐτὸν ἦ ψυχή μου· ἔδωκα τὸ πνεῦμά μου ἐπ’ αὐτόν, κρίσιν τοῖς ἔθνεσιν ἐξοίσει·

οὐ πράξεται οὐδὲ ἀνήσει, οὐδὲ ἀκουσθήσεται ἔξω ἡ φωνὴ αὐτοῦ.

κάλαμον συντεθλασμένον οὐ συντρίψει, καὶ λίνον καπνιζόμενον οὗ σβέσει, ἀλλὰ εἷς ἀλήθειαν ἐξοίσει κρίσιν.