Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ζητήσεις αὐτούς, καὶ οὗ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἱ παροινήσουσιν εἷς σέ· ἔσονται γὰρ εἷς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἶ ἀντιπολεμοῦντές σε.

ὅτι ἐγὼ ὁ θεὸς ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ φοβοῦ,

Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε Ἰσραήλ.

ἰδοὺ ἐποίησά σε ὥς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστοειδεῖς, καὶ ἀλοήσεις ὅρη, καὶ λεπτυνεῖς βουνούς, καὶ ὦς χοῦν θήσεις,

καὶ λικμήσεις, καὶ ἄνεμος λήμψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραήλ,

καὶ ἀγαλλιάσονται οἶ πτωχοὶ καὶ οἶ ἐνδεεῖς. ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐγὼ Κύριος ὁ θεός, ἐγὼ ἐπακούσομαι ὁ θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς,

ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἷς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς,

θήσω εἷς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον, καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην·

ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπισπῶνται ἅμα ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα πάντα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν.