Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἶμι ὁ θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.

ἰδοὺ ἰδοὺ αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἶ ἀντικείμενοί σοι, ἔσονται γὰρ ὥς οὐκ ὄντες, καὶ ἀπολοῦνται πάντες οἶ ἀντίδικοί σου.

ζητήσεις αὐτούς, καὶ οὗ μὴ εὕρῃς τοὺς ἀνθρώπους οἱ παροινήσουσιν εἷς σέ· ἔσονται γὰρ εἷς οὐκ ὄντες, καὶ οὐκ ἔσονται οἶ ἀντιπολεμοῦντές σε.

ὅτι ἐγὼ ὁ θεὸς ὁ κρατῶν τῆς δεξιᾶς σου, ὁ λέγων σοι Μὴ φοβοῦ,

Ἰακώβ, ὀλιγοστὸς Ἰσραήλ ἐγὼ ἐβοήθησά σοι, λέγει ὁ θεὸς ὁ λυτρούμενός σε Ἰσραήλ.

ἰδοὺ ἐποίησά σε ὥς τροχοὺς ἁμάξης ἀλοῶντας καινοὺς πριστοειδεῖς, καὶ ἀλοήσεις ὅρη, καὶ λεπτυνεῖς βουνούς, καὶ ὦς χοῦν θήσεις,

καὶ λικμήσεις, καὶ ἄνεμος λήμψεται αὐτούς, καὶ καταιγὶς διασπερεῖ αὐτούς. σὺ δὲ εὐφρανθήσῃ ἐν τοῖς ἁγίοις Ἰσραήλ,

καὶ ἀγαλλιάσονται οἶ πτωχοὶ καὶ οἶ ἐνδεεῖς. ζητήσουσιν γὰρ ὕδωρ καὶ οὐκ ἔσται, ἡ γλῶσσα αὐτῶν ἀπὸ τῆς δίψης ἐγὼ Κύριος ὁ θεός, ἐγὼ ἐπακούσομαι ὁ θεὸς Ἰσραήλ, καὶ οὐκ ἐγκαταλείψω αὐτούς,

ἀλλὰ ἀνοίξω ἐπὶ τῶν ὀρέων ποταμοὺς καὶ ἐν μέσῳ πεδίων πηγάς, ποιήσω τὴν ἔρημον εἷς ἕλη, καὶ τὴν διψῶσαν γῆν ἐν ὑδραγωγοῖς,

θήσω εἷς τὴν ἄνυδρον γῆν κέδρον καὶ πύξον, καὶ μυρσίνην καὶ κυπάρισσον καὶ λεύκην·

ἵνα ἴδωσιν καὶ γνῶσιν καὶ ἐννοηθῶσιν καὶ ἐπισπῶνται ἅμα ὅτι χεὶρ Κυρίου ἐποίησεν ταῦτα πάντα, καὶ ὁ ἅγιος τοῦ Ἰσραὴλ κατέδειξεν.

Ἐγγίζει ἡ κρίσις ὑμῶν, λέγει Κύριος ὁ θεός· ἤγγισαν αἶ βουλαὶ ὑμῶν, λέγει ὁ βασιλεὺς Ἰακώβ.

ἐγγισάτωσαν καὶ ἀναγγειλάτωσαν ὑμῖν ἅ συμβήσεται, ἢ τὰ πρότερα τίνα ἦν εἴπατε, καὶ ἐπιστήσομεν τὸν νοῦν, καὶ γνωσόμεθα τί τὸ, ἔσχατα, καὶ τὰ ἐπερχόμενα εἴπατε ἡμῖν.

ἀναγγείλατε τὸ. ἐπερχόμενα ἐπ’ ἐσχάτου, καὶ γνωσόμεθα ὅτι θεοί ἐστε. εὖ ποιήσατε καὶ κακώσατε, καὶ [*](9 εγκατελειπον AQaΓ. 13 ο θεος] + σου MSS exc ℵ*AΓ 14 Ιακωβ] pr σκωληξ V 22 al. λυτρουμενος] λυτρωσαμενος Q 106. om σε MSS exc ℵAQΓ 106 σου 147). 15 om αλοωντας ℵ* 109 305. πριστηροειδεις 1155 exc Α. χουν] χνουν MSS exc ΑΓ 41 93 104 306 lanuginem Cyp (Test ii 4) MSS. 17 εγω 2°] ego Cyp om B. 18 υδατων ℵ*Β 22 al. 19 om και 2° ℵ*B al. 20 επισπωνται A. om πάντα ℵ*Β al. κατεδειξεν] κατεδιωξεν Q. 22 το προτερον Β. 23 αναγγειλατε] + μηιν ℵ*Β 3.].)

66
θαυμασόμεθα,

ὅτι πόθεν ἐστὲ ὑμεῖς, καὶ πόθεν ἡ ἐργασία ὑμῶν, ἐκ γῆς· βδέλυγμα ἐξελέξαντο ὑμᾶς.

ἐγὼ ἤγειρα τὸν ἀπὸ βορρᾶ καὶ τὸν ἀπ’ ἡλίου ἀνατολῶν, κληθήσονται τῷ ὀνόματί μου· ἐρχέσθωσαν ἄρχοντες, καὶ αἷς πηλὸς κεραμέως, καὶ οἷς κεραμεὺς καταπατῶν τὸν πηλόν, οὕτως καταπατηθήσεσθε.

τίς γὰρ ἀναγγελεῖ τὰ, ἐξ ἀρχῆς, ἵνα γνῶμεν, καὶ τὰ ἔμπροσθεν, καὶ ἐροῦμεν ὅτι ἀληθῆ ἐστιν; οὐκ ἔστιν ὁ προλέγων, οὐδ’ ἀκούων τοὺς λόγους ὑμῶν.

ἀρχὴν Σιὼν δώσω, καὶ Ἰερουσαλὴμ παρακαλέσω ἐν ὁδῷ.

ἀπὸ γὰρ τῶν ἐθνῶν ἰδοὺ οὐθείς, ἀπὸ τῶν εἰδώλων αὐτῶν οὐκ ἦν ὁ ἀναγγέλλων· καὶ ἐὰν ἐρωτήσω αὐτοὺς πόθεν ἐστέ, οὐ μὴ ἀποκριθῶσίν μοι.

εἰσὶν γὰρ οἶ ποιοῦντες ὑμᾶς, καὶ μάτην οἱ πλανῶντες ὑμᾶς.