Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι, οἱ γὰρ ἄρχοντες ἀλλάξουσιν ἰσχύν· ἐγγισάτωσαν καὶ λαλησάτωσαν ἅμα, τότε κρίσεις ἀναγγειλάτωσαν.

τίς ἐξήγειρεν ἀπὸ ἀνατολῶν δικαιοσύνην, ἐκάλεσεν αὐτὴν κατὰ πόδας αὐτοῦ, πορεύσεται· δώσει ἐναντίον ἐθνῶν, καὶ βασιλεῖς ἐκστήσει· καὶ δώσει εἰς γῆν τὰς μαχαίρας αὐτῶν, καὶ ὡς φρύγανα ἐξωσμένα τὰ τόξα αὐτῶν·

καὶ διώξεται αὐτούς. καὶ διελεύσεται ἐν εἰρήνῃ ἡ ὁδὸς τῶν ποδῶν αὐτοῦ.

τίς ἐνήργησεν καὶ ἐποίησεν ταῦτα; ἐκάλεσεν αὐτὴν ὁ καλῶν αὐτὴν ἀπὸ γενεῶν ἀρχῆς· ἐγὼ θεὸς πρῶτος, καὶ εἷς τὰ ἐπερχόμενα ἐγώ εἰμι.

εἴδοσαν ἔθνη καὶ ἐφοβήθησαν, τὰ. ἄκρα τῆς γῆς ἤγγισαν καὶ ἤλθοσαν ἅμα,

κρίνων ἕκαστος τῷ πλησίον καὶ τῷ ἀδελφῷ βοηθῆσαι, καὶ ἐρεῖ

Ἴσχυσεν ἀνὴρ τέκτων, καὶ χαλκεὺς τύπτων σφύρῃ, ἅμα ἐλαύνων· τότε μὲν ἐρεῖ Σύμβλημα καλόν ἐστιν, ἰσχύρωσαν αὐτὰ ἐν ἥλοις· θήσουσιν αὐτὰ. καὶ οὐ κινηθήσονται.

Σὺ δέ, Ἰσραήλ, παῖς μου Ἰακὼβ ὃν ἐξελεξάμην, σπέρμα Ἀβραὰμ ὃν ἠγάπησα·

οὖ ἀντελαβόμην ἀπ᾿ ἄκρων τῆς γῆς, καὶ ἐκ τῶν σκοπιῶν αὐτῆς ἐκάλεσά σε καὶ [*](26 παντα 2° παντας MSS exc A 106. om της MSS exc A. 28 o θεος o κατασκευασας ℵBQ al.) [*](XLI 1 κρισεις] κρισιν MSS exc Α. 2 και πορευσεται MSS exc A (90). 3 om και 2° B. αυτου] + ουχ ηξει V 26 62 al. 5 ηλθοσαν] ηλθον Β 22 al. 6 βοηθησαι κ. τ. αδελφω Β 22 62 109 2.1. 7 om αμα A*vid. τοτε] ποτε MSS exc A 41. ισχυρωσεν Β 49. κινηθησεται 22 al.)

65
εἶπά σοι Παῖς μου εἴ, ἐξελεξάμην σε καὶ οὐκ ἐγκατέλιπόν σε.

μὴ φοβοῦ, μετὰ σοῦ γάρ εἰμι· μὴ πλανῶ, ἐγὼ γάρ εἶμι ὁ θεός σου ὁ ἐνισχύσας σε, καὶ ἐβοήθησά σοι καὶ ἠσφαλισάμην σε τῇ δεξιᾷ τῇ δικαίᾳ μου.