Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἦλθεν Ἠσαίας ὃ προφήτης πρὸς τὸν βασιλέα Ἑζεκίαν [*](13 λεοντι] λεων (22) 48 106 al. συνετριψεν πάντα τα οστα μου Β (om ουτως B*). om της 2° B. 14 μελετω Bab (-τησω B*fort). pr (και ειπα αυτω) και αυτος εποιησεν καθοδηγησεν πάντας ενιαυτους μου επι τικριαν ψυχης μου QmgV. εζησα] + ιδου εις ειρηνην πικρια μοι QmgV 36 62 al. 17 om μου 3° A*?B. 18 οm οι 3° ἔθ’. 20 Κυριε] 22 0111 το B. σημειον]+προς Εζεκιαν Β. om Κυριου ℵ*Β pl. XXXIX 1 Μαρωδαχ Βαλαδαν o υιος του Βαλαδαν Β. 0111 Εζεκια Β. 1 om χαραν μεγάλην Β 22 al. αργυριου. . .χρυσου. . .στακτης. . .θυμιαμ. . .μυρον Β al. om αυτοις ℵ*B al.)

62
καὶ εἶπεν πρὸς αὐτόν Τί λέγουσιν οἱ ἅνθρωποι οὗτοι, καὶ πόθεν ἥκασιν πρὸς σέ; καὶ εἶπεν Ἑζεκίας Ἐκ γῆς πόρρωθεν ἥκασιν πρὸς μέ, ἐκ Βαβυλῶνος.

καὶ εἶπεν Ἠσαίας Τί ἴδον ἐν τῷ οἴκῳ σου; καὶ εἶπεν Ἑζεκίας Πάντα τὸ. ἐν τῷ οἴκῳ μου ἴδοσαν, καὶ οὔκ ἔστιν ἐν τῷ οἴκῳ μου ὃ οὐκ εἴδοσαν, ἀλλὰ καὶ τὸ, ἐν τοῖς θησαυροῖς μου.

καὶ εἶπεν αὐτῷ Ἠσαίας Ἄκουσον τὸν λόγον Κύριου σαβαώθ.

Ἰδοὺ ἡμέραι ἔρχονται, λέγει Κύριος, καὶ λήμψονται πάντα τὰ ἐν τῷ οἴκῳ σου, καὶ ὅσα συνήγαγον οἱ πατέρες σου ἕως τῆς ἡμέρας ταύτης εἰς Βαβυλῶνα ἥξει, καὶ οὐ μὴ καταλίπωσιν οὐδέν· εἶπεν δὲ ὃ θεὸς

ὅτι Καὶ ἀπὸ τῶν τέκνων σου ὧν ἐγέννησας λήμψονται, καὶ ποιήσουσιν σπάδοντας ἐν τῷ οἴκῳ τοῦ βασιλέως τῶν Βαβυλωνίων.

καὶ εἶπεν Ἑζεκίας πρὸς Ἠσαίαν Ἀγαθός ὃ λόγος Κυρίου ὃν ἐλάλησεν· γενέσθω δὴ εἰρήνη καὶ δικαιοσύνη ἐν ταῖς ἡμέραις μου.

Παρακαλεῖτε, παρακαλεῖτε τὸν λαόν μου, λέγει Κύριος.

ἱερεῖς, λαλήσατε εἷς τὴν καρδίαν Ἰερουσαλήμ, παρακαλέσατε αὑτήν, ὅτι ἐπλήσθη ἡ ταπείνωσις αὐτῆς, λέλυται αὐτῆς ἡ ἁμαρτία, ὅτι ἐδέξατο ἐκ χειρὸς Κυρίου διπλᾶ τὰ ἁμαρτήματα αὐτῆς.

Φωνὴ βοῶντος ἐν τῇ ἐρήμῳ Ἑτοιμάσατε τὴν ὁδόν Κυρίου, εὐθείας ποιεῖτε τὰς τρίβους τοῦ θεοῦ ἡμῶν.

πᾶσα φάραγξ πληρωθήσεται, καὶ πᾶν ὅρος καὶ βουνὸς ταπεινωθήσεται· καὶ ἔσται τὰ, σκολιὰ εἷς εὐθεῖαν, καὶ ἡ τραχεῖα εἷς ὁδοὺς λείας,

καὶ ὀφθήσεται ἡ δόξα Κυρίου, καὶ ὄψεται πᾶσα σὰρξ τὸ σωτήριον τοῦ θεοῦ, ὅτι Κύριος ἐλάλησεν.

Φωνὴ λέγοντος Βόησον. καὶ εἶπα Τί βοήσω; Πᾶσα σὰρξ χόρτος, καὶ πᾶσα δόξα ἀνθρώπου ὡς ἄνθος χόρτου·

ἐξηράνθη ὃ χόρτος καὶ τὸ ἄνθος ἐξέπεσεν, τὸ δὲ ῥῆμα τοῦ θεοῦ ἡμῶν μένει εἷς τὸν αἰῶνα.

Ἐπ ὄρος ὑψηλὸν ἀνάβηθι, ὁ εὐαγγελιζόμενος Σιών· ὕψωσον τῇ ἰσχύι τὴν φωνήν σου, ὃ εὐαγγελιζόμενος Ἰερουσαλήμ· ὑψώσατε, μὴ φοιδον. . .ιδοσαν] [*](4 ειδοσαν. . .ειδοσαν Β. 5 Ησαιας αυτω B. 6 om λεγει Κυριος ℵΒQ 22 al. ουδεν ου μη καταλιπωσιν ℵBQ al (-λειφθη 22 καταλειπωσιν ΑQaΓ. 7 εγεννησας] γεννησεις Β al. 8 προς Ησαια Β. om. B. XL I Κυριος] o θεος MSS exc A Κυρ. o θεος [47 306. 2 om ιερεις (22 48) 51. 4 τα σκολια] pr παντα ℵΒQ pl. οδους λειας] πεδια Β (πεδιαν ℵ*) 22 al. (7 in V 22 109 305 al.) 8 om ημων Q 198.)

63
βεῖσθε· εἶπόν ταῖς πόλεσιν Ἰούδα Ἰδοὺ ὃ θεὸς ὑμῶν.

Ἰδοὺ Κύριος μετὰ. ἰσχύος ἔρχεται, καὶ ὅ βραχίων αὐτοῦ μετὰ κυρίας· ἰδοὺ ὃ μισθὸς αὐτοῦ μετ’ αὐτοῦ, καὶ τὸ ἔργον ἐναντίον αὐτοῦ.

ὡς ποιμὴν ποιμανεῖ τὸ ποίμνιον αὐτοῦ, καὶ τῷ βραχίονι αὐτοῦ συνάξει ἄρνας, καὶ έν γαστρὶ ἐχούσας παρακαλέσει.

Τίς ἐμέτρησεν τῇ χειρὶ τὰ ὕδωρ, καὶ τὸν οὐρανὸν σπιθαμῇ, καὶ πᾶσαν τὴν γῆν δρακί; τίς ἔστησεν τὸ. ὄρη σταθμῷ καὶ τὰς νάπας ζυγῷ;

τίς ἔγνω νοῦν Κυρίου, καὶ τίς σύμβουλος αὐτοῦ ἐγένετο, ὃς συμβιβάσει αὐτόν;

ἢ πρὸς τίνα συνεβουλεύσατο καὶ συνεβίβασεν αὐτόν ,- ἢ τίς ἔδειξεν αὐτῷ κρίσιν; ἢ ὁδὸν συνέσεως τίς ἔδειξεν αὐτῷ; ἦ τίς προέδωκεν αὐτῷ, καὶ ἀνταποδοθήσεται αὐτῷ;

εἰ πάντα τὰ ἔθνη ὧς σταγὼν ἀπὸ κάδου καὶ ὡς ζυγοῦ ἐλογίσθησαν, καὶ ὡς λογισθήσονται;