Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες· ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ἦ οἰκουμένη καὶ ὃ λαὸς ὃ ἐν αὐτῇ.

διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσω αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἷς σφαγήν.

οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὅρη ἀπὸ τοῦ αἵματος αὐτῶν.

καὶ ἐλιγήσεται ὃ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὸ, ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς.