Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὅτι τὸ ὄνομα Κυρίου μέγα ἐστίν. τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον.

ὁ γὰρ θεός μου μέγας ἐστίν· οὗ παρελεύσεταί με, Κύριος πατήρ, Κύριος κριτὴς ἡμῶν, Κύριος ἅρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσει.

ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὃ ἱστός σου· ἔκλινεν, οὐ χαλάσει τὸ. ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἷς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν.

καὶ οὐ μὴ εἴπῃ Κοπιῶ ὅ λαὸς ὃ ἐνοικῶν ἐν αὐτοῖς· ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία.

[*](11 κατεδεται υμας Β. 15 πορενομενος]+αμωμος ℵ. 16 οχυρας] ισχυρας MSS exc A. 17 om και ’B 22 al. 18 υμων] ημων ℵΒ om Κυριον MSS exc A 26. συστρεφομενους] τρεφομενους Β αναστρεφ. 22 al συντρεφ. 86 ανατρεφ. 144. 19 μεγα Α. συνεβουλευσαντο ℵQΓ pl σαν Α 41 86 106 198) συνεβουλευσατο Β. 20 σεισθωσιν] σαλευθωσιν Α*fort 22 36 48 51. 21 τονομα A*. 22 om. Κυριος πατηρ MSS exc Aa (49). 2 3 ενισχυσεν] σαν Β al valuit Tyconius 10 prawaluerunt Hier. ποιησωσιν ΑΓ 62 147. 24 ειπη] ειπωσιν Β al. om ° B. αφειθη 41 109 147.)
53

προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες· ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ἦ οἰκουμένη καὶ ὃ λαὸς ὃ ἐν αὐτῇ.

διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσω αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἷς σφαγήν.

οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὅρη ἀπὸ τοῦ αἵματος αὐτῶν.

καὶ ἐλιγήσεται ὃ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὸ, ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς.

ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως.

ἡ μάχαιρα μάχαιρα Κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν. ὅτι θυσία Κυρίῳ ἐν γῆ Βόσορ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ,

καὶ συνπεσοῦνται οἱ ἁδροὶ μετ’ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἶ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.

ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποκαὶ δόσεως κρίσεως Σιών

στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἷς θεῖον· καὶ ἔσται αὐτῆς ἦ γῆ καιομένη ὥς πίσσα

νυκτὸς νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἷς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω, εἷς γενεὰς ἐρημωθήσεται.

καὶ καὶ κατοικήσονται ἐν αὐτῇ ὄρνεα καὶ ἐχῖνοι καὶ ἴβεις καὶ κόρακες· καὶ ἐπιβληθήσεται ἐπ’ αὐτῇ σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ABBREV ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.

οἶ ἄρχοντες αὐτῆς οὔκ ἔσονται· οἱ γὰρ βασιλεῖς αὐτῆς καὶ οἱ ἄρχοντες αὐτῆς καὶ οἶ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν.

καὶ ἀναφύσει εἷς τὰς πόλεις αὐτῶν ἄκανθα, καὶ εἷς τὸ, ὀχυρώματα αὐτῆς, καὶ ἔσται ἐπαύλεις σειρήνωι καὶ αὐλὴ στρουθῶν·

καὶ συναντήσουσιν δαιμόνια ὀνοκενταύροις, καὶ [*](XXXIV 1 om ενοικουντες ℵ BQ al. 2 τον αριβμον] pr παντα 22 al. 4 και ελιγησ.] pr και τακησονται πασαι αι δυναμεις των ουρανων Β al. ως βιβλ. o ουρανος Β 22 al. 5 απωλειας] γης ℵ *. 6 του Κυριου Β. αρνων] απο αιματος τραγων και αμνων Β 22 al. om γη ℵ BQ pl. 8 αντα. ποδωσεως ΑΓ. 9 αυτης η γη] η γη αυτης Β αι πηγαι αυτης 62 147. ως πισσα καιομενη Β pl. 10 γενεας] +αυτης Β. ερημωθησεται] + και εις χρονον πολυν ℵ * Β al add και ουκ εσται o διαπορευομενος δι αιντης ℵ c.a 22 al. 11 κατοικησουσιν ℵ Q al. ορνεα και εχιν. κ. ειβεις κ. κορακες κατοικησουσιν εν αντη Β. επ αυτην BQ al. 12 om και οι αρχοντες αυτης 22 26 al. om αντης και οι αρχ. αυτης B *. 13 ακανθα] ακανθινα ευλα MSS cxc A.)

54
βοήσονται ἕτερος πρὸς τὸν ἕτερον· ἐκεῖ ἀναπαύσονται ὀνοκένταυροι, εὗρον γὰρ αὐτοῖς ἀνάπαυσιν.

ἐκεῖ ἐνόσσευσεν ἐχῖνος, καὶ ἔσωσεν ἡ γῆ τὸ. παιδία αὐτῆς μετὰ ἀσφαλείας· ἐκεῖ ἔλαφοι συνήντησαν καὶ ἴδον τὰ πρόσωπα ἀλλήλων·

ἀριθμῷ παρῆλθον, καὶ μία αὐτῶν οὐκ ἀπώλετο, ἑτέρα τὴν ἑτέραν οὐκ ἐξεζήτησαν, ὅτι Κύριος ἐνετείλατο αὐτοῖς, καὶ τὸ πνεῦμα αὐτοῦ συνήγαγεν αὐτάς.