Isaias
Septuaginta
Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.
πορευόμενος ἐν δικαιοσύνῃ, λαλῶν εὐθεῖαν ὁδόν, μισῶν ἀνομίαν καὶ ἀδικίαν, καὶ τὰς χεῖρας ἀποσειόμενος ἀπὸ δώρων, βαρύνων τὰ ὦτα ἴνα μὴ ἀκούσῃ κρίσιν αἵματος, καμμύων τοὺς ὀφθαλμοὺς ἵνα μὴ ἴδῃ ἀδικίαν,
οὗτος οἰκήσει ἐν ὑψηλῷ σπηλαίῳ πέτρας ὀχυρᾶς· ἄρτος αὐτῷ δοθήσεται, καὶ τὸ ὕδωρ αὑτοῦ πιστόν.
βασιλέα μετὰ δόξης ὄψεσθε, καὶ οἱ ὀφθαλμοὶ ὑμῶν ὄψονται γῆν πόρρωθεν·
ἡ ὑμῶν μελετήσει φόβον Κυρίου. ποῦ εἰσιν οἱ γραμματικοί; ποῦ εἰσιν οἱ συμβουλεύοντες; ποῦ ἐστιν ὃ ἀριθμῶν τοὺς συστρεφομένους;
μικρὸν καὶ μέγαν λαόν, ᾦ οὐ συνεβούλευσαν, οὐδὲ ᾔδει· βαθύφωνον, ὥστε μὴ ἀκοῦσαι· λαὸς πεφαυλισμένος, καὶ οὐκ ἔστιν τῷ ἀκούοντι σύνεσις.
ἰδοὺ Σιὼν ἡ πόλις, τὸ σωτήριον ἡμῶν, οἱ ὀφθαλμοί σου ὄψονται Ἰερουσαλήμ, πόλις πλουσία, σκηναὶ αἲ οὗ μὴ σεισθῶσιν, οὐδ’ οὐ μὴ κινηθῶσιν οἶ πάσσαλοι τῆς σκηνῆς αὐτῆς εἷς τὸν αἰῶνα χρόνον, οὐδὲ τὰ σχοινία αὐτῆς οὗ μὴ διαρραγῶσιν·
ὅτι τὸ ὄνομα Κυρίου μέγα ἐστίν. τόπος ὑμῖν ἔσται, ποταμοὶ καὶ διώρυγες πλατεῖς καὶ εὐρύχωροι· οὐ πορεύσῃ ταύτην τὴν ὁδόν, οὐδὲ πορεύσεται πλοῖον ἐλαῦνον.
ὁ γὰρ θεός μου μέγας ἐστίν· οὗ παρελεύσεταί με, Κύριος πατήρ, Κύριος κριτὴς ἡμῶν, Κύριος ἅρχων ἡμῶν, Κύριος βασιλεὺς ἡμῶν, Κύριος οὗτος ἡμᾶς σώσει.
ἐρράγησαν τὰ σχοινία σου, ὅτι οὐκ ἐνίσχυσεν· ὃ ἱστός σου· ἔκλινεν, οὐ χαλάσει τὸ. ἱστία, οὐκ ἀρεῖ σημεῖον, ἕως οὗ παραδοθῇ εἷς προνομήν· τοίνυν πολλοὶ χωλοὶ προνομὴν ποιήσουσιν.
καὶ οὐ μὴ εἴπῃ Κοπιῶ ὅ λαὸς ὃ ἐνοικῶν ἐν αὐτοῖς· ἀφέθη γὰρ αὐτοῖς ἡ ἁμαρτία.
[*](11 κατεδεται υμας Β. 15 πορενομενος]+αμωμος ℵ. 16 οχυρας] ισχυρας MSS exc A. 17 om και ’B 22 al. 18 υμων] ημων ℵΒ om Κυριον MSS exc A 26. συστρεφομενους] τρεφομενους Β αναστρεφ. 22 al συντρεφ. 86 ανατρεφ. 144. 19 μεγα Α. συνεβουλευσαντο ℵQΓ pl σαν Α 41 86 106 198) συνεβουλευσατο Β. 20 σεισθωσιν] σαλευθωσιν Α*fort 22 36 48 51. 21 τονομα A*. 22 om. Κυριος πατηρ MSS exc Aa (49). 2 3 ενισχυσεν] σαν Β al valuit Tyconius 10 prawaluerunt Hier. ποιησωσιν ΑΓ 62 147. 24 ειπη] ειπωσιν Β al. om ° B. αφειθη 41 109 147.)προσαγάγετε, ἔθνη, καὶ ἀκούσατε, ἄρχοντες· ἀκουσάτω ἡ γῆ καὶ οἱ ἐνοικοῦντες ἐν αὐτῇ, ἦ οἰκουμένη καὶ ὃ λαὸς ὃ ἐν αὐτῇ.
διότι θυμὸς Κυρίου ἐπὶ πάντα τὰ ἔθνη, καὶ ὀργὴ ἐπὶ τὸν ἀριθμὸν αὐτῶν, τοῦ ἀπολέσω αὐτοὺς καὶ παραδοῦναι αὐτοὺς εἷς σφαγήν.
οἱ δὲ τραυματίαι αὐτῶν ῥιφήσονται καὶ οἱ νεκροί, καὶ ἀναβήσεται αὐτῶν ἡ ὀσμή, καὶ βραχήσεται τὰ ὅρη ἀπὸ τοῦ αἵματος αὐτῶν.
καὶ ἐλιγήσεται ὃ οὐρανὸς ὡς βιβλίον, καὶ πάντα τὸ, ἄστρα πεσεῖται ὡς φύλλα ἐξ ἀμπέλου, καὶ ὡς πίπτει φύλλα ἀπὸ συκῆς.
ἐμεθύσθη ἡ μάχαιρά μου ἐν τῷ οὐρανῷ· ἰδοὺ ἐπὶ τὴν Ἰδουμαίαν καταβήσεται καὶ ἐπὶ τὸν λαὸν τῆς ἀπωλείας μετὰ κρίσεως.
ἡ μάχαιρα μάχαιρα Κυρίου ἐνεπλήσθη αἵματος, ἐπαχύνθη ἀπὸ στέατος ἀρνῶν καὶ ἀπὸ στέατος τράγων καὶ κριῶν. ὅτι θυσία Κυρίῳ ἐν γῆ Βόσορ, καὶ σφαγὴ μεγάλη ἐν τῇ Ἰδουμαίᾳ,
καὶ συνπεσοῦνται οἱ ἁδροὶ μετ’ αὐτῶν καὶ οἱ κριοὶ καὶ οἶ ταῦροι, καὶ μεθυσθήσεται ἡ γῆ ἀπὸ τοῦ αἵματος, καὶ ἀπὸ τοῦ στέατος αὐτῶν ἐμπλησθήσεται.
ἡμέρα γὰρ κρίσεως Κυρίου, καὶ ἐνιαυτὸς ἀνταποκαὶ δόσεως κρίσεως Σιών
στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἷς θεῖον· καὶ ἔσται αὐτῆς ἦ γῆ καιομένη ὥς πίσσα
νυκτὸς νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἷς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω, εἷς γενεὰς ἐρημωθήσεται.