Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

μάτην κοπιάσουσιν πρὸς λαὸν ὃς οὐκ ὠφελήσει αὐτοὺς οὔτε εἰς βοήθειαν οὔτε εἷς ὠφέλειαν, ἀλλὰ εἷς αἰσχύνην καὶ ὄνειδος.

Ἡ ὅρασις τῶν τετραπόδων τῶν ἐν τῇ ἐρήμῳ.

Ἐν τῇ θλίψει καὶ ἐν τῇ στενοχωρίᾳ λέων καὶ σκύμνος λέοντος, ἐκεῖθεν καὶ ἀσπίδες καὶ ἔκγονα ἀσπίδων πετομένων, οἳ ἔφερον ἐπ’ ὄνων καὶ καμήλων τὸν πλοῦτον αὐτῶν πρὸς. ἔθνος ὃ οὐκ ὠφελήσει αὐτοὺς εἷς βοήθειαν ἀλλὰ εἰς αἰσχύνην καὶ ὄνειδος].

Αἰγύπτιοi μάταια καὶ κενὰ ὠφελήσουσιν ὑμᾶς· ἀπάγγειλον αὐτοῖς ὅτι ματαία ἡ παράκλησις ὑμῶν αὕτη.

νῦν οὖν καθίσας γράψον ἐπὶ πυξίου ταῦτα καὶ εἷς βιβλίον, ὅτι ἔσται εἷς ἡμέρας καιρῶν ταῦτα καὶ εἷς τὸν αἰῶνα.