Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

αὐτὸς κύριος εἰς κρίσιν ἥξει μετὰ τῶν πρεσβυτέρων τοῦ λαοῦ καὶ μετὰ τῶν ἀρχόντων αὐτοῦ. ὑμεῖς δὲ τί ἐνεπυρίσατε τὸν ἀμπελῶνά μου καὶ ἡ ἁρπαγὴ τοῦ πτωχοῦ ἐν τοῖς οἴκοις ὑμῶν;

τί ὑμεῖς ἀδικεῖτε τὸν λαόν μου καὶ τὸ πρόσωπον τῶν πτωχῶν καταισχύνετε;

[*](III ι ατο Ιερουσαλήμ κ. ατο τηι Ιουί. Β α Ιι*(ία*α α6 Ηί*ηι». Οχρ (Τβ*1 ί 77). 5 *β»ί«ο·Ί ταιδαριορ V 77 6ι ιο6 αϊ. 6 /9ρωμα] ττωμα ςοη]. 5οΙ)1«ιι*η:Γ. 9 οπ] δ»οη ΚΒ2 ρΐ. ιο ιιποντη Μ55 βχε Α. ι» το* τ(κβο* Βί^ τβ» τριβονι 14 87 al.)
6

άδε λέγει Κύριος Ἀνθ’ ὧν ὑψώθησαν αἱ θυγατέρες Σιών, καὶ ἐπορεύθησαν ὑψηλῷ τραχήλῳ καὶ νεύμασιν ὀφθαλμῶν, καὶ τῇ πορείᾳ τῶν ποδῶν ἅμα σύρουσαι τοὺς χιτῶνας καὶ τοῖς ποσὶν ἅμα καὶ ταπεινώσει ὁ θεὸς ἀρχούσας θυγατέρας Σιών.

παίζουσαι, καὶ Κύριος ἀποκαλύψει τό σχῆμα αύτῶν

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ· καὶ ἀφελεῖ Κύριος τὴν δόξαν τοῦ ἱματισμοῦ αύτῶν, καὶ τοὺς κόσμους αύτῶν καὶ τὰ ἐμπλόκια καὶ τοὺς κοσύμβους καὶ τοὺς μηνίσκους,

καὶ τὸ κάθεμα καὶ τὸν κόσμον τοῦ προσώπου αὐτῶν,