Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ εἶπεν Κύριος Ἐγγίζει μοι ὃ λαὸς οὗτος, τοῖς χείλεσιν αὐτῶν τιμῶσιν με, ἡ δὲ καρδία αὐτῶν πόρρω ἀπέχει ἀπ’ ἐμοῦ· μάτην δὲ σέβονταί με διδάσκοντες ἐντάλματα ἀνθρώπων καὶ διδασκαλίας.

διὰ τοῦτο ἰδοὺ ἐγὼ προσθήσω τοῦ μεταθεῖναι τὸν λαὸν τοῦτον· καὶ μεταθήσω αὐτούς, καὶ ἀπολῶ τὴν σοφίαν τῶν σοφῶν, καὶ τὴν σύνεσιν τῶν συνετῶν κρύψω.

Οὐαὶ οἶ βαθέως βουλὴν ποιοῦντες, καὶ οὔ διὰ Κυρίου· οὐαὶ οἶ ἐν κρυφῇ βουλὴν ποιοῦντες, καὶ ἔσται ἐν σκότει τὰ ἔργα αὐτῶν, καὶ ἐροῦσιν Τίς ἡμᾶς ἑώρακεν; καὶ τίς ἡμᾶς γνώσεται ἢ ἅ ἡμεῖς ποιοῦμεν;

οὐχ ὡς ὃ πηλὸς τοῦ κεραμέως λογισθήσεσθε; μὴ ἐρεῖ τὸ πλάσμα τῷ πλάσαντι Οὐ σύ με ἔπλασας; ἦ τὸ ποίημα τῷ ποιήσαντι Οὐ συνετῶς με ἐποίησας;