Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

θλίψιν ἐπὶ θλίψιν προσδέχου, ἐλπίδα ἐπ’ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν,

διὰ φαυλισμὸν χειλέων, διὸ. γλώσσης ἑτέρας· ὅτι λαλήσουσιν τῷ λαῷ τούτῳ,

λέγοντες αὐτῷ Τοῦτο τὸ ἀνάπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ οὔκ ἠθέλησαν ἀκούειν.

καὶ ἔσται αὐτοῖς τὸ λόγιον Κυρίου τοῦ θεοῦ θλίψις ἐπὶ θλίψιν, ἐλπὶς ἐπ’ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν, ἵνα πορευθῶσιν καὶ πέσωσιν εἷς τὰ. ὀπίσω, καὶ κινδυνεύσουσι καὶ συντριβήσονται καὶ ἁλώσονται.

Διὰ τοῦτο ἀκούσατε λόγον Κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου ἐν Ἰερουσαλήμ,

ὅτι εἴπατε Ἐποιήσαμεν διαθήκην μετὰ. τοῦ ᾅδου, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθῃ, οὗ μὴ ἔλθῃ ἡμῖν· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα. θησόμεθα.

διὰ τοῦτο οὕτως λέγει Κύριος, Κύριος, ἐγὼ ἐμβαλῶ εἷς τὰ. θεμέλια Σιὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον, εἷς τὸ, θεμέλια αὐτῆς, καὶ ὃ πιστεύων ἐπ’ αὐτῷ οὔ μὴ καταισχυνθῇ.

καὶ θήσω κρίσιν εἷς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἷς σταθμούς, καὶ οἶ πεποιθότες μάτην ψεύδει· ὅτι οὐ μὴ παρέλθῃ ὑμᾶς καταιγίς,

μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν [*](5 μου λαω] του λαου Β του λ. μου Q του λ. αυτου 22 al. 6 om και 1° ℵBQ 31 txt A 24. 26 106 233 301 και καταλειφθησεται 49 87 31). καταλειφθ.]+γαρ 22 31. κωλυων] κωλυειν 93 κωλυοντων 22 31 Ed Rom. 7 πεπλαν.] πεπλημμελημενοι Β*. εξεστησαν]+δια το σικερα κατεποθησαν Β 22 al. om του σικερα Β. φαντασμα] φασμα Mss exc A (cf Job xx 8). 8 ταυτην] τριτην Grabe. 9 αποσπασμενοι ℵ*Β. 11 om οτι 22 al 12 αυτω] αυτοις ℵ*BQ mg om 48 31. 13 om του θεου BV 36 pl. πορευσωσιν Β. om εις τα Β. συντριβ. και κινδυνευσουσιν Β (51 31). 14 τουτου του εν Ιερ. Β 31 τουτου οι εν Ιερ. 22 62 31 του εν Ιερ. ℵΓ 26 41. αλωσονται] και πεσουνται 22 al. ημιν] εφ ημας ℵ*BQ 31. 16 Κυριος Κυριος B. εμβαλλω B 22 31 immitto Cyp (Test ii 16). om επ αυτω Β. 17 om ου Β.)

43
ἦ πρὸς τὸν ᾅδην οὗ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἷς καταπάτημα.

ὅταν παρέλθῃ, λήμψεται ὑμᾶς· πρωὶ πρωὶ παρελεύσεται ἡμέρας, καὶ ἓν νυκτὶ ἔσται ἐλπὶς πονηρά. μάθετε ἀκούειν

στενοχωρούμενοι· οὔ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι.

ὥσπερ ὅρος ἀσεβῶν ἀναστήσεται, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαών, μετὰ θυμοῦ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίας ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ πικρία αὐτοῦ ἀλλοτρία.

καὶ ὑμεῖς μὴ εὐφρανθείητε, μηδὲ ἰσχυσάτωσαν ὑμῶν οἶ δεσμοί· διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ἥκουσα παρὰ. Κυρίου σαβαὼθ ἅ ποιήσει ἐπὶ πᾶσαν τὴν γῆν.

Ἐνωτίζεσθε καὶ ἀκούσατε τῆς φωνῆς μου, προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου.

μὴ ὅλην τὴν ἡμέραν μέλλει ὃ ἀροτριῶν ἀροτριᾶν ; ἦ σπόρον προετοιμάσει πρὶν ἐργάσασθαι τὴν γῆν;

καὶ ὅταν ὁμαλίσῃ αὐτῆς τὸ πρόσωπον, πρῶτον σπείρει μικρὸν μελάνθιον καὶ κύμινον, καὶ πάλιν πυρόν, καὶ κριθὴν καὶ ζέαν ἐν τοῖς ὁρίοις σου

καὶ παιδευθήσῃ κρίματι θεοῦ σου, καὶ εὐφρανθήσῃ.

οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἀμάξης περιάξει ἐπὶ τὸ κύμινον· ἀλλὰ. ῥάβδῳ ἐκτινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον

μετὰ ἄρτου βρωθήσεται. οὗ γὰρ εἷς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι, οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς.

καὶ ταῦτα παρὰ Κυρίου σαβαὼθ ἐξῆλθεν τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.