Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

πρόσθες αὐτοῖς κακά, Κύριε, πρόσθες κακὰ πᾶσιν τοῖς ἐνδόξοις τῆς γῆς.

Κύριε, ἐν θλίψει ἐμνήσθην σου, ἐν θλίψει μικρᾷ ἡ παιδία σου ἡμῖν.

καὶ ὡς ἦ ὠδίνουσα ἐγγίζει τοῦ τεκεῖν, καὶ ἐπὶ τῇ ὠδῖνι αὐτῆς ἐκέκραξεν, οὕτως ἐγενήθημεν τῷ ἀγαπητῷ σου.

διὰ τὸν φόβον σου, Κύριε, ἐν γαστρὶ ἐλάβομεν καὶ ὠδινήσαμεν [*](2 λαος]+δικαιος 22 93 233 al pr δικαιος 36 62 al. 3 ειρηνην]+ τελειαν 22 al. 4 ηλπισαν] πλπισα Α? ηλπισαμεν QV 26 al pr ελπιδι Β 22 al. 5 om αυτας ℵBQ pl (txt A 41 106 301). om του ℵBQ pl. 6 αυτας Καὶ) vid A aQ pl. ταπεινων]+ιχνη 22 41 62 βηματα 24. 87 al βοηθηματα πενητων 109 305. 7 ευθεια]+τριβος ευσεβων ευθεια ευθεια 22 al. η οδ. των ευσεβ. και παρεσκ. Β al. 8 om σου Α? 49 198. 10 ου μη] pr πας ος ℵ*Β* (24? 41 omnis enins qui non didicerit Brev. Mozarab. ποιησει Β (pl ?) 11 λαος Α*. 12 παντα γαρ]+τα εργα ημων V (post ημιν 2° 62 147). 13 om Κυριε. . .ημων Β*. 14 οι ιατροι Q. αναστησονται ℵ*vid. ηρες ℵ*Β*. 15 om τασιν Β pl. της γης] pl εμακρυνας πάντα τα περατα Q mg 24 41 εμ. π. τ. περ. της γης V 109 305. 17 0111 του ℵ* Β. om και 2° B al.)

40
καὶ ἐτέκομεν· πνεῦμα σωτηρίας σου ἐποιήσαμεν ἐπὶ τῆς γῆς, ἀλλὰ πεσοῦνται οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.

ἀναστήσονται γὰρ οἱ νεκροί, καὶ ἐγερθήσονται οἷ ἐν τοῖς μνημείοις, καὶ εὐφρανθήσονται οἱ ἐν τῇ γῇ· ἡ γὰρ δρόσος ἡ παρὰ σοῦ ἴαμα αὐτοῖς ἐστιν, ἡ δὲ γῆ τῶν ἀσεβῶν πεσεῖται.

Βάδιζε, ὁ λαός μου, εἴσελθε εἷς τὰ ταμιεῖά σου, ἀπόκλεισον τὴν θύραν σου, ἀποκρύβηθι μικρὸν ὅσον ὅσον, ἕως ἂν παρέλθῃ ἡ ὀργὴ Κυρίου.

ἰδοὺ γὰρ Κύριος ἀπὸ τοῦ ἁγίου ἐπάγει τὴν ὀργὴν ἐπὶ τοὺς ἐνοικοῦντας ἐπὶ τῆς γῆς· καὶ ἀνακαλύψει ἡ γῆ τὸ <αἷμα> αὐτῆς, καὶ οὗ κατακαλύψει ἡ γῆ τοὺς

Τῇ ἡμέρᾳ ἐκείνῃ ἐπάξει ὃ θεὸς τὴν μάχαιραν τὴν ἁγίαν καὶ τὴν μεγάλην καὶ τὴν ἰσχυρὰν ἐπὶ τὸν δράκοντα ὄφιν φεύγοντα, ἐπὶ τὸν δράκοντα ὄφιν σκολιόν, καὶ ἀνελεῖ τὸν δράκοντα.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἀμπελὼν καλός· ἐπιθύμημα ἐξάρχειν κατ’ αὐτῆς.

ἐγὼ πόλις ἰσχυρά, πόλις πολιορκουμένη, μάτην ποτιῶ αὐτήν· ἁλώσεται γὰρ νυκτός, ἡμέρας δὲ πεσεῖται τὸ τεῖχος.

καὶ οὒκ ἔστιν ἧ οὐκ ἐπελάβετο αὐτῆς· τίς με θήσει φυλάσσειν καλάμην ἐν ἀγρῷ, διὰ τὴν πολεμίαν ταύτην ἠθέτηκα αὐτήν. τοίνυν διὰ τοῦτο ἐποίησεν Κύριος ὃ θεὸς πάντα ὅσα συνέταξεν. κατακέκαυμαι,

βοήσονται οἶ ἐνοικοῦντες ἐν αὐτῇ, ποιήσωμεν εἰρήνην αὐτῷ, ποιήσωμεν εἰρήνην.

οἱ ἐρχόμενοι, τέκνα Ἰακώβ, βλαστήσει καὶ ἐξανθήσει Ἰσραήλ, καὶ ἐμπλησθήσεται ἦ οἰκουμένη τοῦ καρποῦ αὐτοῦ.

μὴ ὡς αὐτὸς ἐπάταξεν, καὶ αὐτὸς οὕτως πληγήσεται; καὶ ὡς αὐτὸς ἀνεῖλεν, οὕτως ἀναιρεθήσεται;

μαχόμενος καὶ ὀνειδίζων ἐξαποστελεῖ αὐτούς· οὗ σὺ ἦσθα ὃ μελετῶν τῷ πνεύματι τῷ σκληρῷ, ἀνελεῖν αὐτοὺς πνεύματι θυμοῦ;

διὰ τοῦτο ἀφαιρεθήσεται ἡ ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὑτοῦ τὴν ἁμαρτίαν, [*](18 πεσουνται]+παντες B. 19 om γαρ ° MSS exc A 106 20 om ο MSS exc A 109. 21 αιμα] στομα Α 26. om η γη MSS exc A. XXVII I om και 3° B. δρακοντα 3° +τον εν τη θαλασση ℵQ mg 305 211 (post 2 εκεινη 22 (62) (93) al). 3 πολις οχυρα MSS exc Q* 40 106 198. αυτην] αυτους A*vid 26 (-την Α a). om το Β pl. 87 al + γαρ 48 al. 4 om και MSS exc A υκ εστιν γαρ 22 36 106). η ουκ] ος ουκ 22corr 36 106 o ουκ 308 o 48 62 al. om o θεος ℵ*B pl. 5 om αυτω ποιησωμεν ειρηνην Β 62 αυτω ειρηνην ποιησωμεν 22 al. 6 πλησθησεται Β 36 al. 7 και 2°] η 22 86 al. 8 om o B. 9 om η 1°])

41
ὅταν θῶ πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτήν· καὶ οὐ μὴ μείνῃ τὸ. δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν.

τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελιμμένον· καὶ ἔσται πολὺν χρόνον εἷς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται.

μετὰ χρόνον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὸ. τὸ ξηρανθῆναι. γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὔ γὰρ λαός ἐστιν ἔχων σύνεσιν, διὸ. τοῦτο οὐ μὴ οἰκτειρήσῃ ὅ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὔ μὴ ἐλεήσει.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει Κύριος ἀπὸ τῆς διώρυγος τοῦ ποταμοῦ ἕως ῾Ρινοκορούρων· ὑμεῖς δὲ συναγάγετε τοὺς υἱοὺς Ἰσραὴλ κατ’ ἕνα ἕνα.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν ἓν τῇ σάλπιγγι τῇ μεγαλῇ, καὶ ἥξουσιν οἶ <ἀπολόμενοι> ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἶ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὅρος τὸ ἅγιον ἐν Ἰερουσαλήμ.