Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Ὠιδή.

Τῇ ἡμέρᾳ ἐκείνῃ ᾄσονται τὸ ᾆσμα τοῦτο ἐπὶ γῆς Ἰούδα, λέγοντες Ἰδοὺ πόλις ὀχυρά, καὶ σωτήριον ἡμῖν θήσει τεῖχος [*](4 om ευλογησουσιν σε ΒQ* 31. 5 Σιων]+οτι ρυση αυτους ℵ* 24 87 31. 6 τουτο]+ποτον λιπασματων ποτον τρινγιων (22 48) 51 31. 7 μυρον]+τρυγιων διυλισμενων και καταπιεται V+και παραδοθησονται εν τω ορει τουτω παραδοσει και καταπιεται 36 51 (62) 31. παντα ταυτα ℵΒV 22 al. 8 ο θεος] pr Κυριος Β (V 109 305 e sil). 9 ηλπιζομεν]+ και σωσει ημας ουτος Κυριος υπεμειναμεν αυτω Mss exc ℵΑQΓ 26 49 87 91 106 198 301 309 in quem speranimus et exsultavimus in salute nostra Iren-lat IV ix 2. ευφρανθημεν Α a? 26 106] ευφρανθησομεθα (Α*?) ℵΒQ mg 31 om Q* 49 198. 10 om οτι Β 22 al. πατωσιν A. 11 εφ α] εφ ην ℵ εφ η 26 εφ ο 36 31 εφ ω 62 106 3.1. 12 καταβησονται Β 22 31. του εδαφους] om του Q (51) 301+εως κονεως 22 al XXVI 1 ( 9) om ωδη ℵBQ pl. om λεγοντες ℵ*Β. οχυρα] ισχυρα Β 22 31. ημιν] ημων ℵc.b V 22 pl om B txt ℵ*AQΓ 24. 26 106. τειχος] pr το Β.)

39
καὶ περίτειχος.

ἀνοίξατε πύλας, εἰσελθάτω λαὸς φυλάσσων δικαιοσύνην καὶ φυλάσσων ἀλήθειαν,

ἀντιλαμβανόμενος ἀληθείας καὶ φυλάσσων εἰρήνην. ὅτι ἐπι σοὶ

ἤλπισαν, Κύριε, ἕως τοῦ αἰῶνος, ὁ θεὸς ὅ μέγας ὅ αἰώνιος,

ὃς ταπεινώσας κατήγαγες τοὺς ἐνοικοῦντας ἐν ὑψηλοῖς· πόλεις ὀχυρὰς καταβαλεῖς, καὶ κατάξεις αὐτὰς ἕως τοῦ ἐδάφους,

καὶ πατήσουσιν αὐτοὺς πόδες πραέων καὶ ταπεινῶν.

ὁδὸς εὐσεβῶν εὐθεῖα ἐγένετο, καὶ παρεσκευασμένη ἡ ὁδὸς τῶν εὐσεβῶν.

ἡ γὰρ ὁδὸς Κυρίου κρίσις· ἠλπίσαμεν ἐπὶ τῷ ὀνόματί σου καὶ ἐπὶ

ᾖ μνείᾳ ἡ ἐπιθυμεῖ ἦ (Ὠιδή.) ἐκ νυκτὸς ὀρθρίζει τὸ πνεῦμά μου πρὸς σέ, ὅ θεός, διότι φῶς τὰ προστάγματά σου ἐπὶ τῆς γῆς. δικαιοσύνην μάθετε, οἱ ἐνοικοῦντες ἐπὶ τῆς γῆς.

πέπαυται γὰρ ὁ ἀσεβής· οὐ μὴ μάθῃ δικαιοσύνην ἐπὶ τῆς γῆς, ἀλήθειαν οὔ μὴ ποιήσῃ· ἀρθήτω ὃ ἀσεβής, ἶνα μὴ ἴδῃ τὴν δόξαν Κυρίου.

Κύριε, ὑψηλός σου ὅ βραχίων καὶ οὐκ ᾔδεισαν, γνόντες δὲ αἰσχυνθήσονται· ζῆλος λήμψεται λαὸν ἀπαίδευτον, καὶ νῦν πῦρ τοὺς ὑπεναντίους ἔδεται.