Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἔσται ὃ φεύγων τὸν φόβον ἐμπεσεῖται εἷς τὸν βόθυνον· ὁ δὲ ἐκβαίνων ἐκ τοῦ βοθύνου ἁλώσεται ὑπὸ τῆς παγίδος· ὅτι θυρίδες ἐκ τοῦ οὐρανοῦ ἠνεῴχθησαν, καὶ σεισθήσεται τὰ θεμέλια τῆς γῆς.

ταραχῇ ταραχθήσεται ἡ γῆ, καὶ ἀπορίᾳ ἀπορηθήσεται ἡ γῆ.

ἔκλινεν καὶ σεισθήσεται ὡς ὀπωροφυλάκιον ἦ γῆ, ὡς ὃ μεθύων καὶ ὃ κραιπαλῶν, καὶ πεσεῖται, καὶ οὗ μὴ δύνηται ἀναστῆναι· κατίσχυσεν γὰρ ἐπ’ αὐτῆς ἡ ἀνομία.