Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὅταν δὲ ἀκουστὸν γένηται ἐν Αἰγύπτῳ, λήμψεται αὐτοὺς ὀδύνη περὶ Τύρου.

ἀπέλθατε εἰς Καρχηδόνα, ὀλολύζετε, οἱ ἐνοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ.

οὐχ αὕτη ὑμῶν ἦν ἡ ὕβρις ἡ ἀπ’ ἀρχῆς, πρὶν ἢ παραδοθῆναι αὐτήν;

τίς ταῦτα ἐβούλευσεν ἐπὶ Τύρον; μὴ ἥσσων ἐστίν, ἦ οὐκ ἰσχύει; οἱ ἔμποροι αὐτῆς ἔνδοξοι, ἄρχοντες τῆς γῆς.