Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

Τί σὺ ὧδε, καὶ τί σοί ἐστιν ὧδε [*](2 εν μαχαιραις Β. πολεμω Β μων Ed Rom). 3 om οι 2° B*? (om και οι 48). δεδεγμένοι Α. 5 καταπατημα Β. πλανησις] πλανησεως ℵc.a 22 al. om και πλανησις ℵ*Q*Γ 301. 6 ιππους ℵ*Β pl ιππων 109 305. 7 om εσονται 22 al. εκλεται Α. 9 απεστρεψεν Β επεστρεψε 87 97 εστρεψατε 22 al. πολιν]+και τους οικους Ιερουσαλημ ηριθμησατε (22) 36 al. 10 Ιερουσαλημ] Ιݲηݲλݲ Α*vid Ιݲηݲμݲ Α1. οχυρωμα οχυρωματα τειχ. Β om του 24 36 al. 13 om λεγοντες Β 109. 14 οτι] και 22 al. 15 σαβαων Α* (-ωθ A1 (vid). πορευου+εισελθε 22 pl pr εισελθε 109 305. ταμιαν] γραμματαια A. 16 τι συ ωδε] τι ωδε συ ℵ* τι σοι ωδε Γ al.)

34
ὅτι ἐλατόμησας σεαυτῷ ὧδε μνημεῖον, καὶ ἐποίησας σεαυτῷ ἐν ὑψηλῷ μνημεῖον, καὶ ἔγραψας σεαυτῷ ἐν πέτρᾳ. σκηνήν ;

ἰδοὺ δὴ Κύριος σαβαὼθ ἐκβαλεῖ καὶ ἐκτρίψει ἄνδρα, καὶ ἀφελεῖ τὴν στολήν σου καὶ τὸν στέφανόν σου τὸν ἔνδοξον,

καὶ ῥίψει σε εἰς χώραν μεγάλην καὶ ἀμέτρητον, καὶ ἐκεῖ ἀποθανῇ· καὶ θήσει τὸ ἅρμα σου τὸ καλὸν εἰς ἀτιμίαν, καὶ τὸν οἶκον τοῦ ἄρχοντός σου εἷς καταπάτημα,

καὶ ἀφαιρεθήσει ἐκ τῆς οἰκονομίας σου καὶ ἐκ τῆς στάσεως σου.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ καλέσω τὸν παῖδά μου Ἐλιακεὶμ τὸν τοῦ Χελκίου,

καὶ ἐνδύσω αὐτὸν τὴν στολήν σου, καὶ τὸν στέφανόν σου δώσω αὐτῷ καὶ τὸ κράτος, καὶ τὴν οἰκονομίαν σου δώσω εἰς τὰς χεῖρας αὐτοῦ· καὶ ἔσται ὡς πατὴρ τοῖς ἐνοικοῦσιν ἐν Ἰερουσαλὴμ . <καὶ τοῖς ἐνοικοῦσιν ἐν Ἰούδᾳ>.

καὶ δώσω τὴν δόξαν Δαυεὶδ αὐτῷ, καὶ ἄρξει, καὶ οὐκ ἔσται ὁ ἀντιλέγων, καὶ δώσω τὴν κλεῖδα οἴκου Δαυεὶδ ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ ἀνοίξει καὶ οὐκ ἔσται ὁ ἀποκλείσων, καὶ κλείσει καὶ οὐκ ἔσται ὁ ἀνοίγων.