Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ ἐροῦσιν οἱ κατοικοῦντες ἐν τῇ νήσῳ ταύτῃ Ἰδοὺ ἡμεῖς ἦμεν πεποιθότες τοῦ φυγεῖν εἰς αὐτοὺς εἰς βοήθειαν, οἳ οὐκ ἠδύναντο σωθῆναι ἀπὸ βασιλέως Ἀσσυρίων· καὶ πῶς ἡμεῖς σωθησόμεθα;

Τὸ ὅραμα τῆς ἐρήμου.

Ὡς καταιγὶς δι’ ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς, φοβερὸν

τὸ ὅραμα, καὶ σκληρὸν ἀνηγγέλη μοι. ὃ ἀθετῶν ἀθετεῖ, ὁ ἀνομῶν ἀνομεῖ. ἐπ’ ἐμοὶ οἶ Ἐλαμεῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπ’ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.

διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσπούδασα τὸ μὴ βλέπειν.

ἡ καρδία μου πλανᾶται καὶ ἡ ἀνομία με βαπτίζει, ἡ μου ἐφέστηκεν εἰς φόβον.