Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

καὶ αἰσχύνη λήμψεται τοὺς ἐργαζομένους τὸ λίνον τὸ σχιστὸν καὶ τοὺς ἐργαζομένους τὴν βύσσον,

καὶ ἔσονται οἱ διαζόμενοι αὐτὰ ἐν ὀδύνῃ, καὶ πάντες οἱ τὸν ζῦθον ποιοῦντες λυπηθήσονται καὶ τὰς ψυχὰς πονέσουσιν.

καὶ μωροὶ ἔσονται οἱ ἄρχοντες Τάνεως· οἱ σοφοὶ σύμβουλοι τοῦ βασιλέως, ἡ βουλὴ αὐτῶν μωρανθήσεται. πῶς ἐρεῖτε τῷ βασιλεῖ Υἱοὶ συνετῶν ἡμεῖς, υἱοὶ βασιλέων τῶν ἐξ ἀρχῆς;

ποῦ εἰσιν νῦν οἱ σοφοί σου; καὶ ἀναγγειλάτωσάν σοι καὶ εἰπάτωσαν τί βεβούλευται Κύριος σαβαὼθ ἐπ᾿ Αἴγυπτον.

ἐξέλιπον οἱ ἄρχοντες Τάνεως, καὶ ὑψώθησαν οἱ ἄρχοντες Μέμφεως, καὶ πλανήσουσιν Αἴγυπτον κατὰ φυλάς.

Κύριος γὰρ ἐκέρασεν αὐτοῖς [*](ΧΙΧ 1 η καρδια. . .ηττηθησεται MSS exc A 49 106. 2 επεγερθησεται] pr και ℵc.a al pr πολεμησει και ℵ* om Β* pl txt A 36 106. 3 om και τους γνωστας BQ 31 (cf 1 Sam xxviii 3). 6 και εν π. ελει] και παν ελος 22 al. 7 om παν 2° B*. 8 αγκιστρα Β 109 305. 10 διαζομενοι ℵc.b vid 26 49 106 301] διαλογιζομενοι ΑQ* εργαζομενοι ℵ*ΒQ mg pl. ποιουντες τον ζυθον Β(Γ) pl. 13 εξελειπον ΑQ*Γ 301.)

30
πνεῦμα πλανήσεως, καὶ ἐπλάνησαν Αἴγυπτον ἐν πᾶσιν τοῖς ἔργοις αὐτῶν, ὡς πλανᾶται ὃ μεθύων καὶ ὃ ἐμῶν ἅμα.

καὶ οὐκ ἔσται τοῖς Αἰγυπτίοις ἔργον ὃ ποιήσει κεφαλὴν καὶ οὐράν, ἀρχὴν καὶ τέλος.

Τῇ δὲ ἡμέρᾳ. ἐκείνῃ ἔσονται οἱ Αἰγύπτιοι ὡς γυναῖκες ἐν φόβῳ καὶ ἐν τρόμῳ ἀπὸ προσώπου τῆς χειρὸς Κυρίου σαβαὼθ ἢν αὐτὸς ἐπιβαλεῖ αὐτοῖς.

καὶ ἔσται ἡ χώρα τῶν Ἰουδαίων τοῖς Αἰγυπτίοις εἷς φόβητρον· πᾶς ὃς ἂν ὀνομάσῃ αὐτὴν αὐτοῖς, φοβηθήσονται διὰ τὴν βουλὴν Κυρίου σαβαώθ, ἣν βεβούλευται Κύριος ἐπ’ αὐτήν.

Τῆ ἡμέρᾳ ἐκείνῃ ἔσονται πέντε πόλεις ἐν Αἰγύπτῳ λαλοῦσαι τῇ γλώσσῃ τῇ Χανανίτιδι καὶ ὀμνύουσαι τῷ ὀνόματι Κυρίου· πόλις ἁσεδὲκ κληθήσεται ἦ μία πόλις.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται τὸ θυσιαστήριον τῷ κυρίῳ ἐν χώρᾳ Αἰγυπτίων, καὶ στήλη πρὸς τὸ ὅριον αὐτῆς τῷ κυρίῳ,

καὶ ἔσται εἰς σημεῖον εἰς τὸν αἰῶνα Κυρίῳ ἐν χώρᾳ Αἰγύπτου· ὅτι κεκράξονται πρὸς Κύριον διὰ τοὺς θλίβοντας αὐτούς, καὶ ἀποστελεῖ αὐτοῖς Κύριος ἄνθρωπον ὃς σώσει αὐτούς, κρίνων σώσει αὐτούς.

καὶ γνωστὸς ἔσται Κύριος τοῖς Αἰγυπτίοις· καὶ γνώσονται οἱ Αἰγύπτιοι τὸν κύριον ἐν τῇ ἡμέρᾳ ἐκείνῃ, καὶ ποιήσουσιν θυσίας, καί εὔξονται εὐχὰς τῷ κυρίῳ καὶ ἀποδώσουσιν.

καὶ πατάξει Κύριος τοὺς Αἰγυπτίους πληγῇ μεγάλῃ, καὶ ἰάσεται αὐτοὺς ἰάσει, καὶ ἐπιστραφήσονται πρὸς Κύριον, καὶ ἐπακούσεται αὐτῶν καὶ ἰάσεται αὐτούς.

τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται ὁδὸς Αἰγύπτου πρὸς Ἀσσυρίους, καὶ εἰσελεύσονται Ἀσσύριοι εἷς Αἴγυπτον, καὶ Αἰγύπτιοι πορεύσονται πρὸς Ἀσσυρίους, καὶ δουλεύσουσιν οἱ Αἰγύπτιοι τοῖς Ἀσσυρίοις.

Τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Ἰσραὴλ τρίτος ἐν τοῖς Ἀσσυρίοις καὶ ἐν τοῖς Αἰγυπτίοις, εὐλογημένος ἐν τῇ γῇ

ᾗ εὐλόγησεν Κύριος σαβαὼθ λέγων Εὐλογημένος ὅ λαός μου ὃ ἐν Αἰγύπτῳ καὶ ὅ ἐν Ἀσσυρίοις, καὶ ἡ κληρονομία μου Ἰσραήλ.

[*](14 επλανησεν ℵ 36 al. 15 αρχην] pr και Β al. 17 χωραν Α* αν] say B pl. om Κυριου σαβαωθ MSS exc A. αυτην 2°] αυτους ℵ*Q αυτοις επ αυτην 239 306. 18 ομνυουσαι] ομνυντες Β ομνυοντες ℵ*(Γ) 87 301 al. ασεδεκ] ασεδ ηλιου ℵ* (ηλιου 106mg) ασε ἔξω ασεδ=ABBREV ABBREVv 1 ABBREVconj. F. C. Burkitt. 19 om το 1° MSS exc A. Αιγυπτου Q 24 41. 20 om Κυριος B al. 22 om μεγαλη Β pl. επακουσεται] σονται ℵ* εισακουσεται B(V) pl. 23 η οδος Β ο οδος ℵ (0 λαος 26 36). απο Αιγυπτου 22 al. 0111 οι ℵΒ pl. 24 εν τ. Αιγυπτ. κ. εν τ. Ασσυρ. BQ pl. 25 η °] ην MSS exc A 24. και η γη κληρονομια Β*.)
31

Τοῦ ἔτους οὗ εἰσῆλθεν Ναθὰν εἰς Ἄζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἀρνὰ βασιλέως Ἀσσυρίων, καὶ ἐπολέμησεν τὴν Ἄζωτον καὶ κατελάβετο αὐτήν,

τότε ἐλάλησεν Κύριος πρὸς Ἠσαίαν λέγων Πορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὸ. σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου, καὶ ποίησον οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδητος.

καὶ εἶπεν Κύριος Ὃν τρόπον πεπόρευται Ἠσαίας ὁ παῖς μου γυμνὸς καὶ ἀνυπόδετος, τρία ἔτη ἔσται σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίοψιν·