Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

ὁ γὰρ οὐρανὸς θυμωθήσεται, καὶ ἡ γῆ σεισθήσεται ἐκ τῶν θεμελίων αὐτῆς, διὸ, θυμὸν ὀργῆς Κυρίου σαβαώθ, τῇ ἡμέρᾳ ᾗ ἂν ἐπέλθῃ ὁ θυμὸς αὐτοῦ.

καὶ ἔσονται οἱ καταλελιμμένοι ὡς δορκάδων φεῦγον καὶ ὡς πρόβατον πλανώμενον, καὶ οὐκ ἔσται ὁ συνάγων, ὥστε ἄνθρωπον εἰς τὸν λαὸν αὐτοῦ ἀποστραφῆναι, καὶ ἄνθρωπον εἰς τὴν χώραν αὐτοῦ διῶξαι.

ὃς γὰρ ἐὰν ἁλῷ ἡττηθήσεται, καὶ ὅσοι συνηγμένοι εἰσὶν μαχαίρᾳ πεσοῦνται.

καὶ τὰ τέκνα αὐτῶν ἐνώπιον αὐτῶν ῥάξουσιν, καὶ τὰς οἰκίας αὐτῶν προνομεύσουσιν, καὶ τὰς γυναῖκας αὐτῶν ἕξουσιν.