Isaias

Septuaginta

Septuaginta. The Book of Isaiah According to the Septuagint (Codex Alexandrinus). Ottley, Richard, Rusden, editor. Cambridge: C.J. Clay and Sons, 1904.

οὐ προσθήσεσθε· ἐὰν φέρητέ μοι σεμίδαλιν, μάταιον· θυμίαμα, βδέλυγμά μοί ἐστιν· τὰς νουμηνίας ὑμῶν καὶ τὰ σάββατα καὶ ἡμέραν μεγάλην οὐκ ἀνέχομαι· νηστείαν καὶ ἀργείαν

καὶ τὰς νουμηνίας ὑμῶν καὶ τὰς ἑορτὰς ὑμῶν μισεῖ ἡ ψυχή μου· ἐγενήθητέ μοι εἷς πλησμονήν, οὐκέτι ἀνήσω τὰς ἁμαρτίας ὑμῶν.

ὅταν τὰς χεῖρας ἐκτείνητε πρός με, ἀποστρέψει) τοὺς ὀφθαλμούς μου ἀφ’ ὑμῶν· καὶ ἐὰν πληθύνητε τὴν δέησιν, οὐκ εἰσακούσομαι ὑμῶν, αἱ γὰρ χεῖρες ὑμῶν αἵματος πλήρεις.

λούσασθε, καθαροὶ γένεσθε, ἀφέλετε τὰς πονηρίας ἀπὸ τῶν ψυχῶν ὑμῶν ἀπέναντι τῶν ὀφθαλμῶν μου· παύσασθε ἀπὸ τῶν πονηριῶν ὑμῶν,

μάθετε καλὸν ποιεῖν, ἐκζητήσατε κρίσιν, ῥύσασθε ἀδικούμενον, κρίνατε ὀρφανῷ καὶ δικαιώσατε χήραν.

καὶ δεῦτε καὶ διελεγχθῶμεν, λέγει Κύριος· καὶ ἐὰν ὦσιν αἱ ἁμαρτίαι ὑμῶν ὡς φοινικοῦν, ὡς χιόνα λευκανῶ, ἐὰν δὲ ὦσιν ὡς κόκκινον, ὡς καὶ τὰς ἔριον λευκανῶ.

καὶ ἐὰν θέλετε καὶ εἰσακούσητέ μου, τὸ. ἀγαθὰ τῆς γῆς φάγεσθε·

ἐὰν δὲ μὴ θέλητε μηδὲ εἰσακούσητέ μου, μάχαιρα ὑμᾶς κατέδεται· τὸ γὰρ στόμα Κυρίου ἐλάλησεν ταῦτα.

Πῶς ἐγένετο πόρνη πόλις πιστὴ Σιών, πλήρης κρίσεως ; ἐν ᾖ δικαιοσύνη ἐκοιμήθη ἐν αὐτῇ, νῦν δὲ φονευταί.

τὸ ἀργύριον ὑμῶν ἀδόκιμον· αἱ πόλεις ὑμῶν πυρίκαυστοι οἶ κάπηλοί σου μίσγουσιν τὸν οἶνον ὕδατι·

οἱ ἄρχοντές σου ἀπειθοῦσιν κοινωνοὶ κλεπτῶν, ἀγαπῶντες δῶρα, διώκοντες ἀνταπόδομα, ὀρφανοῖς οὗ κρίνοντες καὶ κρίσιν χήρας οὔ προσέχοντες.

διὰ τοῦτο τάδε λέγει ὁ δεσπότης Κύριος σαβαὼθ Οὐαὶ οἱ ἰσχύοντες Ἰερουσαλήμ· οὗ παύσεται γάρ μου ὁ θυμὸς ἐν τοῖς ὑπεναντίοις, καὶ κρίσιν ἐκ τῶν ἐχθρῶν μου ποιήσω.

καὶ ἐπάξω τὴν χεῖρά μου ἐπὶ σὲ καὶ πυρώσω σε εἷς καθαρόν, τοὺς [*](13 om μοι 1° NBQ pl. ανεξομαι 24 87 al. αργιαν RBQ. 14 om τας νουμηνιας υμων Ν 22 106 al. 15 εκτεινητε τας χειρας Β. om προς με B Cyp (Test i 24). 17 χηρσ, Β*Q al χηραν Bab) νiduam Cyp (Test i 24) Iran-lat Lucifer. 18 om και ° B venite disputemus Cyp. διελευγωμεν Q* διαλεχθῶμεν 106 al. 19 θελητε MSS exc A. 22 αι πολ. υμ. πυρικαυστοι Α (cf ver 7). 23 κρισιν] κρισει 22 24 pl. χηρων Β 22 αἱ. 24 Κυριος o δεσπ. σαβ. Β om o δεσποτης V 87. οι ισχ.] τοις ισχυουσι 22 al+o δυναστης του 36 αἱ. Ιερουσαλημ] Ισραηλ MSS exc A. 25 om σε 2° Β.)

3
δὲ ἀπειθοῦντας ἀπολέσω, καὶ ἀφελῶ πάντας ἀνόμους ἀπὸ σοῦ· καὶ πάντας ὑπερηφάνους ταπεινώσω.]

καὶ ἐπιστήσω τοὺς κριτάς σου ὡς τὸ πρότερον, καὶ τοὺς συμβούλους σου ὡς τὸ ἀπ’ ἀρχῆς· καὶ μετὰ, ταῦτα κληθήσῃ Πόλις δικαιοσύνης, μητρόπολις πιστὴ Σιών.

μετὰ γὰρ κρίματος σωθήσεται ἡ αἰχμαλωσία αὐτῆς καὶ μετὰ ἐλεημοσύνης.

καὶ συντριβήσονται οἱ ἄνομοι καὶ οἳ ἁμαρτωλοὶ ἅμα, καὶ οἱ ἐγκαταλιπόντες τὸν κύριον συντελεσθήσονται·

διότι καταισχυνθήσονται ἐπὶ τοῖς εἰδώλοις αὐτῶν ἃ αὐτοὶ ἠβούλοντο, καὶ ἐπαισχυνθήσονται ἐπὶ τοῖς κήποις αὐτῶν ὃ ἐπεθύμησαν.

ἔσονται γὰρ ὡς τερέβινθος ἀποβεβληκυῖα τὸ. φύλλα, καὶ ὡς παράδεισος ὕδωρ μὴ ἔχων·

καὶ ἔσται ἦ ἰσχὺς αὐτῶν ὡς καλάμη στιππύου, καὶ αἱ ἐργασίαι αὑτῶν ὡς σπινθῆρες πυρός, καὶ κατακαυθήσονται οἱ ἄνομοι καὶ οἱ ἁμαρτωλοὶ ἅμα, καὶ οὔκ ἔσται ὅ σβέσων.