Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τοῦτο πρῶτον πίε, ταχὺ ποίει, χώρα Ζαβουλών, ἡ γῆ Nεφιθαλείμ, καὶ οἱ λοιποὶ οἱ τὴν παραλίαν καὶ πέραν τοῦ Ἰορδάνου, Γαλειλαία τῶν ἐθνῶν.

ὁ λαὸς ὁ πορευόμενος ἐν σκότει, ἴδετε φῶς μέγα· οἱ κατοικοῦντες ἐν χώρᾳ σκιᾷ θανάτου, φῶς λάμψει ἐφʼ ὑμᾶς.

τὸ πλεῖστον τοῦ λαοῦ ὃ κατήγαγες ἐν εὐφροσύνῃ σου, καὶ εὐφρανθήσονται ἐνώπιόν σου ὡς οἱ εὐφραινόμενοι ἐν ἀμήτῳ, καὶ ὃν τρόπον οἱ διαιρούμενοι σκῦλα.

διότι ἀφῄρηται ὁ ζυγὸς ὁ ἐπʼ αὐτῶν κείμενος. καὶ ἡ ῤάβδος ἡ ἐπὶ τοῦ τραχήλου αὐτῶν· τὴν γὰρ ῥάβδον τῶν ἀπαιτούντων διεσκέδασεν ὡς τῇ ἡμέρᾳ τῇ ἐπὶ Μαδιάμ.

ὅτι πᾶσαν στολὴν ἐπισυνηγμένην δόλῳ καὶ ἱμάτιον μετὰ καταλλαγῆς ἀποτίσουσιν, καὶ θελήσουσιν εἰ ἐγένοντο πυρίκαυστοι.

ὅτι παιδίον ἐγεννήθη ἡμῖν, υἱὸς ἐδόθη ἡμῖν, οὗ ἡ ἀρχὴ ἐγενήθη ἐπὶ τοῦ ὤμου αὐτοῦ, καὶ καλεῖται τὸ ὄνομα αὐτοῦ Μεγάλης βουλῆς ἄγγελος· [*](U+05D0AQΓ) [*](21 κακως ερειτε τον αρχοντα και τα πατρια] αʼθʼ κατορα εστ, εν τω βασιλει αυτου ӄ εν τοις θεσις αυτου Qᵐᵍ τα πατρια] σʼ πατραρχα ειδωλα Qᵐᵍ 22 και 1⁰] και U+05D0ᵛⁱᵈ απορια..στενοχωρια (1⁰)] απορια στενη θλιψις και στενοχ. U+05D0 θλιψις και στενοχ. και σκοτος ( + και Q) απορια στενη AQΓ εν] ος ε U+05D0* ο εν τη U+05D0c.a om ων A IX 1 πιε] ποιει Qᵐᵍ (postea ras) om Γ* (hab πιε pro ποiει F?ᵐᵍ) Νεφθαλiμ U+05D0 Nεφθαλι Q + οδον θαλασσης U+05D0c.a AQ (ad- not τινες ουκ εχουσιν οδο θαλ. αʼθʼ οδ. της θαλ. Qᵐᵍ οι λοιποι] οι καταλοι- ποι U+05D0c.a (κατα rurs ras) om οι Γ παραλιαν ( λιον U+05D0Α)] + κατοικουντες U+05D0c.a AQ Γαλιλαια BᵇQ (. λεα) AQΓ εθνων] + τα μερη της Ιουδαιας B? U+05D0 ( δεας) AQ (adnot εν αλιοις ουκ εστι τα μερη της Ιουδ. mᵍ) 2 πορευομενος] καθημενος A ιδετε] ειδετε U+05D0* (.ται U+05D0c. ᵇ) Γ ειδεν U+05D0c σκια] pr και U+05D0c.a AQΓ 3 πλειστον] θʼ πληθος Qᵐᵍ κατηγαγες] οι λοιποι ουκ εμεγαλυνας Qᵐᵍ ον τροπον] + ευφραινονται U+05D0A 4 αφηρηται] αφαιρεθησεται AQ* (αφηρ. Qᵐᵍ ουτων 1⁰] αυτω Q απαιτουντων] απετ, U+05D0* απειθ. U+05D0c.a (απαιτ. U+05D0c.b ) διεσκε- δασεν] + κς U+05D0AQ τη ημερα] pr εν Γ 5 εγενοντο] εγενηθησαν U+05D0ΑQ (εγενοντο Qᵐᵍ) Γ 6 οτι...υγιειαν αυτω] [αʼ] οτι παιδιον εγεννηθη ημι υς εδοθη ημίι ӄ εγενετο το μετρον επ ωμου αυτου ӄ εκαλεσεν ονομα αυτου θαυ- μαστος συμβουλος ισχυρος δυνατος πηρ ετι αρχων ειρηνης σʼ νεανιας γαρ εγεν- νηθη ημιν υιος εδοθη ημιν ӄ εσται η παιδεια επι του ωμου αυτου ӄ κληθησεται ονομα αυτου παραδοξασμος βουλευτικος ισχ. δυν. πηρ αιωνος αρχων ειρηνης θʼ .θαυμασιως βουλευων ισχ. δυν. πηρ αρχ. ειρηνης Qᵐᵍ εγεννηθη] εγενηθη AQ* (εγενν.Qᵃnisi post ημιν 1⁰] υμν Q* (ημ. Qᵃ(vid) υιος] και U+05D0ΑQΓ ημιν 2⁰] υμιν U+05D0* (ημ. U+05D0c.a c.b) A om εγενηθη Γ καλειται ( τε B*U+05D0*)] κα- λεσει A μεγαλη U+05D0* ( λης U+05D01 et kpostea) αγγελος] +θαυμαστος σ υμβουλος· θς)

117
ἄξω γὰρ εἰρήνην ἐπὶ τοὺς ἄρχοντας καὶ ὑγείαν αὐτῷ.

μεγάλη [*](Β) ἡ ἀρχὴ αὐτοῦ, καὶ τῆς εἰρήνης αὐτοῦ οὐκ ἔστιν ὅριον, ἐπὶ τὸν θρόνον Δαυεὶδ καὶ τὴν βασιλείαν αὐτοῦ, κατορθῶσαι αὐτὴν καὶ ἀντιλαβέσθαι ἐν κρίματι καὶ ἐν δικαιοσύνῃ, ἀπὸ τοῦ νῦν καὶ εἰς τὸν αἰῶνα· ὁ ζῆλος Κυρίου σαβαὼθ ποιήσει ταῦτα.

Θάνατον ἀπέστειλευ Κύριος ἐπὶ Ἰακώβ, καὶ ἦλθεν ἐπὶ Ἰσραήλ.

καὶ γνώσονται πᾶς ὁ λαὸς τοῦ Ἐφράιμ καὶ οἱ καθήμενοι ἐν Σαμαρείᾳ, ἐφʼ ὕβρει καὶ ὑψηλῇ καρδίᾳ λέγοντες 10 ΙΙλίνθοι πεπτώκασιν, ἀλλὰ δεῦτε λαξεύσωμεν λίθους, καὶ κόψωμεν συκαμίνους καὶ κέδρους, καὶ οἰκοδομήσωμεν ἑαυτοῖς πύργον.

καὶ ῥάξει ὁ θεὸς τοὺς ἐπανισταμένους ἐπὶ ὄρος Σειὼν ἐπʼ αὐτόν, καὶ τοὺς ἐχθροὺς διασκεδάσει,