Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ ἐρεῖς αὐτῷ Φίλαξαι τοῦ ἡσυχάσαι καὶ μὴ φοβοῦ, μηδέ ἡ ψυχὴ σου ἀσθενείτω ἀπὸ τῶν δύο ξύλων τῶν δαλῶν τῶν καπνιζομένων τούτων· ὅταν γὰρ ἀργὴ τοῦ θυμοῦ μου γένηται, πάλιν ἰάσομαι.

καὶ ὁ υἱὸς τοῦ Ἀρὰμ καὶ ὁ υἱὸς τοῦ Ῥομελίου, ὅτι ἐβουλεύσαντο βουλὴν πονηράν

Ἀναβησόμεθα εἰς τὴν Ἰουδαίαν, καὶ συνλαλήσαντες αὐτοῖς ἀποστρέψομεν αὐτοὺς πρὸς ἡμᾶς, καὶ βασιλεύσομεν αὐτῆς τὸν υἱὸν Ταβεήλ·

τάδε λέγει Κύριος σαβαώθ Οὐ μὴ μείνῃ ἡ βουλὴ αὕτη οὐδὲ ἔσται

ἀλλ᾿ ἡ κεφαλὴ Ἀρὰμ Δαμασκός, καὶ ἡ κεφαλὴ Δαμασκοῦ Ῥασείμ· ἀλλʼ ἔτι ἑξήκοντα καὶ πέντε ἐτῶν ἐκλείψει ἡ βασιλεία Ἐφράιμ ἀπὸ λαοῦ.

καὶ ἡ κεφαλὴ Ἐφράιμ Σομορών. καὶ ἡ κεφαλὴ Σομορὼν υἱὸς τοῦ Ῥομελίου· καὶ ἐὰν μὴ πιστεύσητε, οὐδὲ μὴ συνῆτε.

Καὶ προσέθετο Κύριος λαλῆσαι τῷ Ἀχὰζ λέγων

Aἴτησαι σεαυτῷ σημεῖον παρὰ Κυρίου θεοῦ σου εἰς βάθος ἡ εἰς ὕψος.

καὶ εἶπεν Ἀχάζ Οὐ μὴ αἰτήσω, οὐδὲ μὴ πειράσω Κύριον.

καὶ εἶπεν Ἀκούσατε δή, οἶκος Δαυείδ· μὴ μικρὸν ὑμῖν ἀγῶνα [*](U+05D0AQΓ) [*](1 Ρασειν] Ραασσων U+05D0AQΓ Αραμ| σ᾿αʼ Συριας Qᵐᵍ Φακεε] Φακες Γ Ρομελιου U+05D0c.ᵇAQΓ 2 λεγων] λεγοντες AQΓ ον τροπον] pr οταν A α’ ως Qᵐᵍ εν δρυμω.. σαλευθη] pr οταν Q α’ σαλευεται ξυλα δρυμου εκ προσωπου ανεμου Qᵐᵍ σαλευθη] adnot αντι του εθορυβηθη κατα δε τον Συμμα χον εκλονηθη Qᵐᵍ 3 ειπεν U+05D0AQΓ Ιασσουβ U+05D0 | υιος] αδελφος A αγρου] pr του AQ pr το Γ γναφεως] οι γʼ ομοιως Qᵐᵍ 4 η ψ υχη] om η των δαλων bis scr B* (non inst 2⁰ Bᵃ) 5 του Αραμ] om του Γ εβουλευσαντο] + περι σου U+05D0 | πονηραν] λεγονταις U+05D0* (.τες U+05D0c.b) +περι σου λεγοντες AQΓ 6 Ιουδαιαν (.δεαν U+05D0)] Ιδουμαιαν A συλλαλησαντες BᵇAQΓ αποστρεψωμεν AQ* Γ (de U+05D0 non liq) α’ αποσχισωμεν αυτην Qᵐᵍ αυτης] αυτοις AΓ 7 μεινη] εμμινη U+05D0* εμμεινῃ U+05D0c.b AQΓ αυτη η βουλη U+05D0 8 Αραμ]| α᾿σʼ Συριας θʼ Αρ Qᵐᵍ om και η κεφ. Δαμ. Ρασειμ U+05D0* (hab ӄ η κεφ. Δαμ. Ρασει U+05D0c.b ) Γ Διαμασκ. Q* Ρασειν AQ | δηφρεμ U+05D0 9 Εηφεμ U+05D0* (Εηφρεμ U+05D0c.a, c.b Σομορων 1⁰] α᾿σʼ Σαμαρειας Qᵐᵍ υιος] pr ο ουδε] ουδ ου Q 10 Αχααζ A 11 θεου] pr του U+05D0 12 om Αχαζ Q ουδε] ουδ ου U+05D0AQΓ Κυριον] pr τον Qᵐᵍ 13 μη μικρον...αγωνα (2⁰)] α’ μγτι ολιγο απομοχθουν ανδρας οτι μοχθουται ӄ γε τον θν μου σʼ μη ουκ αυταρκες υμιν κοπουν ανους οτι κοπουτε ετι ӄ τον θν μου Qᵐᵍ)

113
παρέχειν ἀνθρώποις, καὶ πῶς Κυρίῳ παρέχετε ἀγῶνα;

διὰ τοῦτο [*](B) δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήμψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·

βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, ἐκλέξασθαι τὸ ἀγαθόν·

διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.

ἁλλὰ ἐπάξει ῥ θεὸς ἐπὶ σέ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας αἱ οὔπω ἥκασιν ἀφʼ ἧς ἡμέρας ἀφεῖλεν Ἐφράιμ ἀπὸ Ἰούδα, τὸν βασιλέα τῶν Ἀσσυρίων.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύσει μέρος ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων·

καὶ ἐλεύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῤαγάδα.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος ἐν τῷ ξυρῷ τῷ μεμισθωμένῳ πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλήν, καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα·

καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος πὗ ἐὰν ὦσιν· χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν·