Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διὰ τοῦτο [*](B) δώσει Κύριος αὐτὸς ὑμῖν σημεῖον· ἰδοὺ ἡ παρθένος ἐν γαστρὶ λήμψεται καὶ τέξεται υἱόν, καὶ καλέσεις τὸ ὄνομα αὐτοῦ Ἐμμανουήλ·

βούτυρον καὶ μέλι φάγεται πρὶν ἢ γνῶναι αὐτὸν ἢ προελέσθαι πονηρά, ἐκλέξασθαι τὸ ἀγαθόν·

διότι πρὶν ἢ γνῶναι τὸ παιδίον ἀγαθὸν ἢ κακόν, ἀπειθεῖ πονηρίᾳ ἐκλέξασθαι τὸ ἀγαθόν, καὶ καταλειφθήσεται ἡ γῆ ἣν σὺ φοβῇ ἀπὸ προσώπου τῶν δύο βασιλέων.

ἁλλὰ ἐπάξει ῥ θεὸς ἐπὶ σέ καὶ ἐπὶ τὸν λαόν σου καὶ ἐπὶ τὸν οἶκον τοῦ πατρός σου ἡμέρας αἱ οὔπω ἥκασιν ἀφʼ ἧς ἡμέρας ἀφεῖλεν Ἐφράιμ ἀπὸ Ἰούδα, τὸν βασιλέα τῶν Ἀσσυρίων.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συριεῖ Κύριος μυίαις, ὃ κυριεύσει μέρος ποταμοῦ Αἰγύπτου, καὶ τῇ μελίσσῃ ἥ ἐστιν ἐν χώρᾳ Ἀσσυρίων·

καὶ ἐλεύσονται πάντες ἐν ταῖς φάραγξι τῆς χώρας καὶ ἐν ταῖς τρώγλαις τῶν πετρῶν καὶ εἰς τὰ σπήλαια καὶ εἰς πᾶσαν ῤαγάδα.

ἐν τῇ ἡμέρᾳ ἐκείνῃ ξυρήσει Κύριος ἐν τῷ ξυρῷ τῷ μεμισθωμένῳ πέραν τοῦ ποταμοῦ βασιλέως Ἀσσυρίων τὴν κεφαλήν, καὶ τὰς τρίχας τῶν ποδῶν καὶ τὸν πώγωνα ἀφελεῖ

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ θρέψει ἄνθρωπος δάμαλιν βοῶν καὶ δύο πρόβατα·

καὶ ἔσται ἀπὸ τοῦ πλεῖστον ποιεῖν γάλα, βούτυρον καὶ μέλι φάγεται πᾶς ὁ καταλειφθεὶς ἐπὶ τῆς γῆς.

καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ πᾶς τόπος πὗ ἐὰν ὦσιν· χίλιαι ἄμπελοι χιλίων σίκλων, εἰς χέρσον ἔσονται καὶ εἰς ἄκανθαν·

μετὰ βέλους καὶ τοξεύματος εἰσελεύσονται ἐκεῖ, ὅτι χέρσος καὶ ἄκανθα ἔσται πᾶσα ἡ γῆ·

καὶ πᾶν ὄρος ἀροτριώμενον [*](13 παρεχετε] προσεχεται Γ 14 δια...σημειον sup ras pl litt Aᵃ κς U+05D0AQΓ αυτος δωσει Γ αυτος] αυτοις Aa γατρι U+05D0 | λημψεται (ληψ. Bᵇᵛⁱᵈ)] εξει U+05D0AQ καλεσεις] καλεσει U+05D0 καλεσετε Q* οι γʼ καλεσεις ομοιως Qᵐᵍ καλε- σ|ουσιν Γ 15 om η 2⁰ A πονηρα] πονηρον Γfort εκλεξασθαι] εκλε- ξεται U+05D0c.a c.b AQΓ 16 πριν η γνωναι...το αγαθον] α’ του γνωναι αυτον απορριψοι εν κακω ӄ εκλεξασθαι εν αγαθω σʼ εις το γνωναι αυτον αποδοκιμασαι το κακον ӄ επιλεξασθαι το αγαθον Qᵐᵍ | om απειθει. το αγαθον U+05D0* (hab U+05D0c.a(vid) c.b ) εκλεξασθαι] pr του U+05D0c.a (improb U+05D0c ᵇ) AQΓ φοβη] α’ σιγχανεις (sic) θʼ βδελυσσῃ Qᵐᵍ των δυο βασιλεων] ουτων A 17 αλλα] αλλ U+05D0Γ | om σου 2⁰ U+05D0* (hab U+05D0c.a) 18 συριει] α᾿σʼ συρισει Qᵐᵍ μυιας Γ κυριευει U+05D0ΑQΓ μερους U+05D0c AQ μελιση U+05D0 19 ελευσονται] εξελευσ.U+05D0* Γ α᾿θʼ ομοιως (ελ. | σʼ ηξουσιν Qᵐᵍ παντες] + και αναπαυσονται U+05D0ΑQΓ φαραγξιν U+05D0AΓ χωρας] + σου U+05D0 | εις 2⁰] επι A ραγαδα ( δαν A)] + και εν παντι ξυλω U+05D0ΑQΓ 20 om εν 20 U+05D0ΑQΓ μεμισθωμενῳ] μεγαλω και μεμεθυσμενω U+05D0Α μεγ. τω μεμεθυσμενω Q μεμεθυσμενω Γ* (μεμισθ. Γ ?) α ομοιως θʼ μεμισθωμενῳ σʼ τους μεμισθωμενους Qᵐᵍ περαν] pr ο εστιν U+05D0c.b AQ εν αλιοις ουκ εχει το εστι σʼ pr τους εν τω Qᵐᵍ 28 βουτυρον] pr π᾿ ?? φαγεται Qᵐᵍ 23 πας] pr πʼ εσται ᵐᵍ om εις 2⁰ A ακανθας U+05D0* (.θαν U+05D0c) 24 με- τα. τοξ | α’ εν βελεσι ӄ εν τοξω Qᵐᵍ χερος A* ( ρσος Aa?) ακανθε U+05D0* (-θα U+05D0c.a, c.b))

114
[*](B) ἀροτριαθήσεται· οὐ μὴ ἐπέλθῃ ἐκεῖ φόβος, ἔσται γὰρ ἀπὸ τῆς χέρσου καὶ ἀκάνθης εἰς βόσκημα προβάτου καὶ καταπάτημα βοός.

Καὶ εἶπεν Κύριος πρὸς μέ Λάβε σεαυτῷ τόμον καινοῦ μεγάλου, καὶ γράψον εἰς αὐτὸν γραφίδι ἀνθρώπου τοῦ ὀξέως προνομὴν ποιῆσαι σκύλων· πάρεστιν γάρ·