Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Οὕτως λέγει Κύριος Ὁ οὐρανός μου θρόνος, καὶ ἡ γῆ ὑποπόδιον τῶν ποδῶν μου· ποῖον οἶκον οἰκοδομήσετέ μοι; καὶ ποῖος τόπος τῆς καταπαύσεώς μου;

πάντα γὰρ ταῦτα ἐποίησεν ἡ χείρ μου, καί ἐστιν ἐμὰ πάντα ταῦτα, λέγει Κύριος· καὶ ἐπὶ τίνα ἐπιβλέψω ἀλλʼ ἢ ἐπὶ τὸν ταπεινὸν καὶ ἡσύχιον καὶ τρέμοντα τοὺς λόγους μου;

ὁ δὲ ἄνομος ὁ θύων μοι μόσχον ὡς ἀποκτέννων κύνα, ὁ δὲ ἀναφέρων σεμίδαλιν ὡς αἶμα ὕειον, ὁ διδοὺς λίβανον εἰς μνημόσυνον ὡς βλάσφημος. καὶ αὐτοὶ ἐξελέξαντο τὰς ὁδοὺς αὐτῶν, καὶ τὰ βδελύγματα αὐτῶν ἡ ψυχὴ αὐτῶν ἠθέλησεν,

καὶ ἐγὼ ἐκδέξομαι τὰ ἐμπαίγματα αὐτῶν, καὶ τὰς ἁμαρτίας ἀνταποδώσω αὐτοῖς· ὅτι ἐκάλεσα αὐτοὺς καὶ οὐχ ὑπήκουσάν μου, ἐλάλησα καὶ οὐκ ἤκουσαν, καὶ ἐποίησαν τὸ πονηρὸν ἐναντίον ἐμοῦ καὶ ἃ οὐκ ἐβουλόμην ἐξελέξαντο.

Ἀκούσατε ῥήματα Κυρίου, οἱ τρέμοντες τὸν λόγον αὐτοῦ· εἴπατε, ἀδελφοὶ ἡμῶν, τοῖς μισοῦσιν ὑμᾶς καὶ βδελυσσομένοις, ἵνα τὸ ὄνομα Κυρίου δοξασθῇ καὶ ὀφθῇ ἐν τῇ εὐφροσύνῃ αὐτῶν, καὶ ἐκεῖνοι αἰσχυνθήσονται.

φωνὴ κραυγῆς ἐκ πόλεως, φωνὴ ἐκ ναοῦ, φωνὴ Κυρίου ἀνταποδιδόντος ἀνταπόδοσιν τοῖς ἀντικειμένοις.

πρὶν τὴν ὠδίνουσαν τεκεῖν, πρὶν ἐλθεῖν τὸν πόνον τῶν ὠδίνων, ἐξέφυγεν καὶ [*](U+05D0AQ)[*](25 τοτε sub ?? Q | τοτε...λεγει κς] adnot ταυτα ηδη δευτερον λεγει Qᵐᵍ [cf xi 6—9] | οφεις U+05D0 | αρτον] + φαγεται και U+05D0c.a (postea improb) | ουδε] + μη U+05D0AQ | λεγει] ειπεν Q LXVI 1 om ουτως λεγει Κυριος U+05D0* (hab ουτω λ. κς U+05D0ᵃ ᵐᵍ) | μου 1°] μοι U+05D0A | και η γη] η δε γη U+05D0AQ | οικον] om A* (hab A¹ ᵐᵍ (vid)) pr θ΄ ?? τουτον + θ΄ ?? ον Qmg | και 2°] η U+05D0A | ποιος] + ?? ουτος Qmg 2 ταυτα] + λεγει κς και επι τινα επιβλεψω U+05D0* (improb U+05D0¹ et postea) | εμα] αμα U+05D0* (εμ. U+05D0c.a, c.b) | αλλ η sub ?? Q 2—3 λογους....ανομος] pr obel Bᵃ (non inst Bᵇ) 3 μοχον U+05D0* (superscr σ U+05D01 vel salt a, c.b ) ως 1°] + θ΄σ΄ ?? τυπτων ανδρα θυσιαζω| το εκ ποιμνιου Qmg | αποκτενων (αποκτειν. Q¹ (vid))] pr ο U+05D0c.bAQ | κυνον U+05D0* | σιμιδαλιν U+05D0* (σεμ. U+05D0c.a, c.b ) | υειον] υιον U+05D0*AQ* (ϋϊον U+05D0c.a, c.b) υειον Qᵃ) | αυτοι] ουτοι U+05D0AQ | η ψυχη] pr α U+05D0AQ (ομοιως οι γ΄ Qᵐᵍ) 4 και εγω] καγω AQ (οι γ΄ ?? [κα]ι ε[γω] Qmg) | εκδεξομαι] εκλεξω- μαι U+05D0 εκλεξομαι AQ | ενπαιγματα A | αμαρτιας] + αυτων A | ανταποδωσω] αποδωσω U+05D0 | αυτους] αυτοις U+05D0* (-τους U+05D0c.a, c.b) | μου] μοι U+05D0* (μου U+05D0c.a, c.b ) | εμου] μου AQ | ηβουλομην U+05D0AQ | εξελεξατο U+05D0* (-ξαντο U+05D0c.a) 5 ρηματα] το ρημα U+05D0AQ | υμας] ημας U+05D0AQ | και εκενοι] κακεινοι AQ 6 om φωνη κραυγης εκ πολεως U+05D0* (hab U+05D0c.b ) | κραυγη A* (ς superscr A¹) 7 πριν 1°...αρσεν] σ΄ πριν η ωδινησαι ετεκε πριν ελθεῑ| ωδινα αυτης διεσωσε| αρσεν Qmg | πριν 1°] + η U+05D0AQ | πριν 2°] pr και U+05D0* (improb mox restit U+05D0?) + η U+05D0A | και ετεκεν sub ?? Q)

221
ἔτεκεν ἄρσεν.

τίς ἤκουσεν τοιοῦτο, καὶ τίς ἑόρακεν οὕτως; εἰ [*](B) ὤδινεν γῆ ἐν ἡμέρᾳ μιᾷ, ἢ καὶ ἐτέχθη ἔθνος εἰς ἅπαξ; ὅτι ὤδινεν καὶ ἔτεκεν Σειὼν τὰ παιδία αὐτῆς.

ἐγὼ δὲ ἔδωκα τὴν προσδοκίαν ταύτην, καὶ οὐκ ἐμνήσθης μου, εἶπεν Κύριος. οὐκ ἰδοὺ ἐγὼ γεννῶσαν καὶ στεῖραν ἐποίησα; εἶπεν ὁ θεός σου.

Εὐφράνθητι, Ἰερουσαλήμ, καὶ πανηγυρίσατε ἐν αὐτῇ πάντες οἱ ἀγαπῶντες αὐτήν, χάρητε ἅμα αὐτῇ χαρᾷ πάντες ὅσοι πενθεῖτε ἐπʼ αὐτῇ,

ἵνα θηλάσητε καὶ ἐμπλησθῆτε ἀπὸ μαστοῦ παρακλήσεως αὐτῆς, ἵνα ἐκθηλάσαντες τρυφήσητε ἀπὸ εἰσόδου δόξης αὐτῆς.

ὅτι τάδε λέγει Κύριος Ἰδοὺ ἐγὼ ἐκκλίνω εἰς αὐτοὺς ὡς ποταμὸς εἰρήνης, καὶ ὡς χειμάρρους ἐπικλύζων δόξαν ἐθνῶν· τὰ παιδία αὐτῶν ἐπʼ ὤμων ἀρθήσονται καὶ ἐπὶ γονάτων παρακληθήσονται.

ὡς εἴ τινα μήτηρ παρακαλέσει, οὕτως κἀγὼ παρακαλέσω ὑμᾶς, καὶ ἐν Ἰερουσαλὴμ παρακληθήσεσθε.

καὶ ὄψεσθε, καὶ χαρήσεται ἡ καρδία ὑμῶν, καὶ τὰ ὀστᾶ ὑμῶν ὡς βοτάνη ἀνατελεῖ· καὶ γνωσθήσεται ἡ χεὶρ Κυρίου τοῖς φοβουμένοις αὐτόν, καὶ ἀπειλήσει τοῖς ἀπειθοῦσιν.

ἰδοὺ γὰρ Κύριος ὡς πῦρ ἥξει, καὶ ὡς καταιγὶς τὰ ἅρματα αὐτοῦ, ἀποδοῦναι ἐν θυμῷ ἐκδίκησιν αὐτοῦ καὶ ἀποσκορακισμὸν αὐτοῦ ἐν φλογὶ πυρός.

ἐν γὰρ τῷ πυρὶ Κυρίου κριθήσεται πᾶσα ἡ γῆ, καὶ ἐν τῇ ῥομφαίᾳ αὐτοῦ πᾶσα σάρξ· πολλοὶ τραυματίαι ἔσονται ὑπὸ Κυρίου.

οἱ ἁγνιζόμενοι καὶ καθαριζόμενοι εἰς τοὺς κήπους, καὶ ἐν τοῖς προθύροις ἔσθοντες κρέας ὕειον καὶ τὰ βδελύγματα καὶ τὸν μῦν, ἐπὶ τὸ αὐτὸ ἀναλωθήσονται, εἶπεν Κύριος.

Κἀγὼ τὰ ἔργα αὐτῶν καὶ τὸν λογισμὸν αὐτῶν· ἔρχομαι συναγαγεῖν πάντα τὰ ἔθνη καὶ [*](8 τοιουτο] τοιαυτα U+05D0 | εωρακεν BᵃU+05D0A | ει] η U+05D0 | γη] γυνη U+05D0c.a | μια ημερα ?AQ AQ | η] ει U+05D0AQ* (οι ο΄ η σ΄ ομ[οιως] α΄θ΄ ει (vid) Qᵐᵍ | om και 2⁰ A | εθος B* (εθν. Bᵃᵇ) | Σιων BᵇU+05D0AQ 9 δε εδωκα] δεδωκα U+05D0 | στιραν (sic) και γε|νωσαν U+05D0 | ο θεος] κς Q | om σου U+05D0AQ 10 ευφρανθητι] α΄σ΄ ευφρανθητε θ΄ -τι Qᵐg | Ιερουσαλημ] pr α΄ συν pr θ΄ αμα (?? αμα) Qmg | πανυγυρισατε A | om | εν αυτη A | οι αγαπωντες αυτην (οι αγ. εν αυτην U+05D0* improb εν U+05D0iam 1 (vid). c.b )] οι κατοικουντες εν αυτη U+05D0c.a οι ενοικ. εν αυτη A | om αμα αυτη U+05D0AQ (θ΄ ?? αμα αυτη Qmg) χαραν A | αυτη 3⁰] αυτην U+05D0Qa αυτης AQ 11 α΄θ΄ μαστου σ΄ μαστω Qmg εκθηλασαντες] + πα U+05D0* (improb U+05D0iam 1) | εισοδου] α΄ παντοδαπιας σ΄ λιπους θ΄ πληθους δοξης] δοξε|ως U+05D0 (-ξης U+05D0c.a) 13 μητηρ] ηρ sup ras U+05D0¹ παρακλεση Q | ουτως] pr οτι A | καγω] και εγω AQ | υμας παρακαλεσω U+05D0 14 οψεσθε] οψεται AQ | χαρησεται] χαρι|σθε U+05D0* (-ρησεται U+05D0c) υμων η καρδια U+05D0AQ | υμων 2⁰] incep η U+05D0* (improb η U+05D0¹) | φοβουμενοις] σεβομενοις U+05D0AQ | απιληση U+05D0 15 om αυτου 2⁰ U+05D0A: U+05D0AQ αποκορακισμων U+05D0* (αποσκορακισμον U+05D0c) 16 Κυριου...γη] pr obel Bᵃ (non inst Bᵇ) | κριθησεται] καταναλωθησεται A 17 κρεας] κρεα U+05D0c.a (κρια U+05D0* κρεας U+05D0c,b) AQ* (κρεας Qᵃ) | υειον] υεια U+05D0* (υειων U+05D0c.b mox υειον) υιον AQ* (υειον Qᵃ) | αναλωθησονται] καταναλ. A 18 αυτων 2⁰] + επισταμαι U+05D0)

222
[*](B) τὰς γλώσσας, καὶ ἥξουσιν καὶ ὄψονται τὴν δόξαν μου.

καὶ καταλείψω ἐπʼ αὐτῶν σημεῖον, καὶ ἐξαποστελῶ ἐξ αὐτῶν σεσωσμένους εἰς τὰ ἔθνη, εἰς Θαρσεὶς καὶ Φοὺδ καὶ Λοὺδ καὶ Μόσοχ, καὶ εἰς Θοβὲλ καὶ εἰς τὴν Ἐλλάδα καὶ τὰς νήσους τὰς πόρρω, οἳ οὐκ ἀκηκόασίν μου τὸ ὄνομα οὔτε ἑοράκασίν μου τὴν δόξαν, καὶ ἀναγγελοῦσιν τὴν δόξαν μου ἐν τοῖς ἔθνεσιν.

καὶ ἄξουσιν τοὺς ἀδελφοὺς ὑμῶν ἐκ πάντων τῶν ἐθνῶν δῶρον Κυρίῳ, μεθʼ ἵππων καὶ ἁρμάτων ἐν λαμπήναις ἡμιόνων μετὰ σκιαδίων, εἰς τὴν ἁγίαν πόλιν Ἰερουσαλήμ, εἶπεν Κύριος, ὡς ἂν ἐνέγκαισαν οἱ υἱοὶ Ἰσραὴλ τὰς θυσίας αὐτῶν ἐμοὶ μετὰ ψαλμῶν εἰς τὸν οἶκον Κυρίου.