Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται

ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται,

ὅταν ποιῆς τὰ ἔνδοξα· τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη.

ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ, καὶ τὰ ἔργα σου ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον.

συναντήσεται τοῖς ποιοῦσιν τὸ δί καιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ [*](U+05D0AQ)[*](12 τη δεξια] τη δε| δια U+05D0* (τη δεξ. U+05D0c.a, c.b) | Μωυσην U+05D0Q Μωση A |απο] προ Q | προσωπου] ras aliq in π 2⁰ B? | εαυτω] αυτω U+05D0AQ 13 ηγαγεν] pr και A | δι αβυσσου] δια της αβ. U+05D0AQ 14 κατεβη] pr και A 15 επιστρεψον] α΄ σ΄ επιβλεψον θ΄ καθιδε Qmg | om σου 2⁰ U+05D0AQ | οικτειρμων (-τιρμ. B?)] οικτειρμοι U+05D0* οι οικτειρμοι U+05D0c.a των οικτειρμων U+05D0c.ᵇAQ (των θ΄ ?? Qᵃ) | ημων] + κε U+05D0c.a (mox extinx) 16 om γαρ A | ει ημων πατηρ U+05D0 ημων ει πατηρ AQ | πατηρ 2⁰] pr ο U+05D0 | ρυσαι…εστιν] pr obelos Bᵃ (non inst Bᵇ) | εφ ημας εστιν (sup ?? Q)] εστιν εν ημιν A 17 om απο U+05D0* (hab U+05D0c.a) Q | εσκηρυνας U+05D0 | ημων τας καρδιας U+05D0c.bAQ 18 μικρον] + τι U+05D0* (improb mox repos U+05D0?) | σου] + οι υπεναντιοι ημων κατεπατησαν το αγιασμα σου AQ 19 εγεναμεθα U+05D0 | εκληθη] ενεκληθη A επεκληθη Q LXIV 1 ληψεται B? | τακησονται] τακη sup ras Aᵃ 2 απο 1⁰] υπο U+05D0* (απο U+05D0c.a, c.b) |πυρος] pr προσωπου A (σωπου sup ras Aᵃ) | πυρος τηκεται sup ras Aa | om εσται U+05D0? (postea revoc) | σου 1⁰ BQᵐᵍ] κυ U+05D0AQ οι γ΄ ομοιως Qmᵍ | απο 2⁰] προ ) 3 ποιης] ποιησης U+05D0* (ποιης U+05D0? postea rurs ποιησης) 4 οι οφθ. ημ. ειδον] οι γ΄ οφθαλμος ουκ ιδεν Qmg | ιδον A om θεον πλην σου A* (hab A¹vel salt a (mg) 5 συαντησεται] + γαρ U+05D0ΑQ ποιουσιν] υπομενουσιν U+05D0)

217
ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήθημεν,

καὶ ἐγενήθημεν ὡς [*](B) ἀκάθαρτοι πάντες ἡμεῖς, ὡς ῥάκος ἀποκαθημένης πᾶσα ἡ δικαιοσύνη ἡμῶν· καὶ ἐξερύημεν ὡς φύλλα διὰ τὰς ἀνομίας ἡμῶν· οὕτως ἄνεμος οἴσει ἡμᾶς.

καὶ οὐκ ἔστιν ὁ ἐπικαλούμενος τὸ ὄνομά σου καὶ ὁ μνησθεὶς ἀντιλαβέσθαι σου· ὅτι ἀπέστρεψας τὸ πρόσωπόν σου ἀφʼ ἡμῶν, καὶ παρέδωκας ἡμᾶς διὰ τὰς ἁμαρτίας ἡμῶν.

Καὶ νῦν, Κύριε, πατὴρ ἡμῶν σύ, ἡμεῖς δὲ πηλός, ἔργα τῶν χειρῶν σου πάντες ἡμεῖς.

μὴ ὀργίζου ἡμῖν σφόδρα, καὶ μὴ ἐν καιρῷ μνησθῇς ἁμαρτιῶν ἡμῶν· καὶ νῦν ἐπίβλεψον, ὅτι λαός σου πάντες ἡμεῖς.

πόλις τοῦ ἁγίου σου ἐγενήθη ἔρημος Σειών· ὡς ἔρημος ἐγενήθη Ἰερουσαλήμ· εἰς κατάραν

ὁ οἶκος τὸ ἅγιον ἡμῶν, καὶ ἡ δόξα ἣν εὐλόγησαν οἱ πατέρες ἡμῶν ἐγενήθη πυρίκαυστος, καὶ πάντα ἔνδοξα ἡμῶν συνέπεσε.

καὶ ἐπὶ πᾶσι τούτοις ἀνέσχου, Κύριε, καὶ ἐσιώπησας, καὶ ἐταπείνωσας ἡμᾶς σφόδρα.

Ἐμφανὴς ἐγενήθην τοῖς ἐμὲ μὴ ἐπερωτῶσιν, εὑρέθην τοῖς ἐμὲ μὴ ζητοῦσιν· εἶπα Ἰδού εἰμι, τῷ ἔθνει οἳ οὐκ ἐκάλεσάν μου τὸ ὄνομα.

ἐξεπέτασα τὰς χεῖράς μου ὅλην τὴν ἡμέραν πρὸς λαὸν ἀπειθοῦντα καὶ ἀντιλέγοντα, τοῖς πορευομένοις ὁδῷ οὐ καλῇ ἀλλʼ ὀπίσω τῶν ἁμαρτιῶν αὐτῶν.

ὁ λαὸς οὗτος ὁ παροξύνων με ἐναντίον ἐμοῦ διὰ παντός· αὐτοὶ θυσιάζουσιν ἐν τοῖς κήποις καὶ θυμιῶσιν ἐπὶ ταῖς πλίνθοις τοῖς δαιμονίοις ἃ οὐκ ἔστιν,

ἐν τοῖς μνήμασιν καὶ ἐν τοῖς σπηλαίοις κοιμῶνται διὰ ἐνύπνια, οἱ ἔσθοντες κρέας ὕειον καὶ ζωμὸν θυσιῶν, μεμολυμμένα πάντα τὰ σκεύη αὐτῶν, [*](6 ρακκος U+05D0c | εξερρυημεν Bᵃ? ᵇ | φυλλα] + α΄θ΄ ?? παντες ημεις Qᵐᵍ U+05D0AQ 7 σου 1°] σ sup ras Aᵃ | αντιλαβεσθαι] αντελαβετο U+05D0* (αντιλαβεσθαι U+05D0c.a, c.b) | α τας αμαρτιας sup ras B?vid 8 πηλος] + α΄ θ΄ ?? ӄ συ πλαστης ημων Qmg | εργον AQ | των χειρων] om των U+05D0* (hab U+05D0c.b) | om ημεις 2° U+05D0AQ 9 ημιν] + οι γ΄ ?? πιπι εως Qmg | μησθης B* (μν. Bᵃᵇ) 10 Σιων BᵇAQ 11 ημων 1⁰] μων B* (ημ. Bab) | ηυλογησαν AQ* (ευλ. Q¹ (vid)) | ενδοξα] pr τα U+05D0AQ | om ημων 3° AQ | συνεπεσεν U+05D0AQ 12 Κυριε] πιπι Qmg | σφοδρα] pr θ΄ ?? εως Qmg LXV 1 εγενηθην] εγενομην U+05D0* (εγενηθ. U+05D0c.a postea rurs εγενομ.) A | επερωτωσιν] ζητουσιν U+05D0AQ | ζητουσιν] επερωτωσιν U+05D0AQ | ειπα ιδου] ειπον ιδ. (ν ι sup ras U+05D0¹) U+05D0 | ειμι] + θ΄ ?? ιδου ειμι Qmg | οι] οιτινες A | το ονομα μου AQ 2 [η]μεραν... πορευομενοις] pr obel Bᵃ (non inst Bᵇ) | και αντιλ. sub ?? Q | τοις πορευομενοις] οι ουκ επορευθησαν U+05D0c.a, c.b AQ* (τοις πορ. Qmg | οδω ου καλη] οδω ουκ αληθη U+05D0* εν οδω καλη U+05D0c.a οδω ουκ αληθεινη U+05D0 c.b οδω αληθινη AQ* (-θεινη Qa) οι γ΄ ?? οδω ουκ αγαθη Qᵐᵍ 3 λααος U+05D0* (λαος U+05D0iam 1 (vid)) | εμου] μου U+05D0* (εμου U+05D0c.b) | om δια παντος U+05D0* (hab U+05D0ante c.b) | θυσιαζουσιν] θυμιαζουσιν A | τοις κηποις] om τοις U+05D0* (hab U+05D0c.b) θυμιουσιν U+05D0 | επι] εν U+05D0 | εστιν] εσται A 4 εν 1°] pr και U+05D0AQ | δια] δι AQ | οι εσθοντες] pr και U+05D0c.a | κρεας υειον] κρεα υεια U+05D0 κρεα υια A κρεα υιο| Q* (κρεας υειο| Q1(vid)) | θυσιων sub ?? Q)

218
[*](B)

οἱ λέγοντες Πόρρω ἀπʼ ἐμοῦ, μὴ ἐγγίσῃς μοι, ὅτι καθαρός εἰμι· οὗτος καπνὸς τοῦ θυμοῦ μου, πῦρ καίεται ἐν αὐτῷ πάσας τὰς ἡμέρας.

ἰδοὺ γέγραπται ἐνώπιόν μου Οὐ σιωπήσω ἕως ἂν ἀποδώσω εἰς τὸν κόλπον αὐτῶν

τὰς ἁμαρτίας αὐτῶν καὶ τῶν πατέρων αὐτῶν, λέγει Κύριος· οἳ ἐθυμίασαν ἐπὶ τῶν ὀρέων καὶ ἐπὶ τῶν βουνῶν ὠνείδισάν με, ἀποδώσω τὰ ἔργα αὐτῶν εἰς τὸν κόλπον αὐτῶν.