Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἤγαγεν αὐτοὺς δι᾿ ἀβύσσου ὡς ἵππον δι᾿ ἐρήμου, καὶ οὐκ ἐκοπίασαν,

καὶ ὡς κτήνη διὰ πεδίου· κατέβη πνεῦμα παρὰ Κυρίου καὶ ὡδήγησεν αὐτοὺς οὕτως ἤγαγες τὸν λαόν σου, ποιῆσαι σεαυτῷ ὄνομα δόξης.

Ἐπίστρεψον ἐκ οὐρανοῦ καὶ ἴδε ἐκ τοῦ οἴκου τοῦ ἁγίου σου καὶ δόξης σου· ποῦ ἐστιν ὁ ζῆλός σου καὶ ἡ ἰσχύς σου; ποῦ ἐστιν τὸ πλῆθος τοῦ ἐλέους σου καὶ οἰκτειρμῶν σου, ὅτι ἀνέσχου ἡμῶν;

σὺ γὰρ εἶ πατὴρ ἡμῶν, ὅτι Ἀβραὰμ οὐκ ἔγνω ἡμᾶς, καὶ Ἰσραὴλ οὐκ ἐπέγνω ἡμᾶς· ἀλλὰ σύ, Κύριε, πατὴρ ἡμῶν· ῥῦσαι ἡμᾶς, ἀπʼ ἀρχῆς τὸ ὄνομά σου ἐφʼ ἡμᾶς ἐστιν.

τί ἐπλάνησας ἡμᾶς, Κύριε, ἀπὸ τῆς ὁδοῦ σου; ἐσκλήρυνας τὰς καρδίας ἡμῶν τοῦ μὴ φοβεῖσθαί σε; ἐπίστρεψον διὰ τοὺς δούλους σου, διὰ τὰς φυλὰς τῆς κληρονομίας σου,

ἵνα μικρὸν κληρονομήσωμεν τοῦ ὄρους τοῦ ἁγίου σου.

ἐγενόμεθα ὡς τὸ ἀπʼ ἀρχῆς, ὅτε οὐκ ἦρξας ἡμῶν οὐδὲ ἐκλήθη τὸ ὄνομά σου ἐφʼ ἡμᾶς.

ἐὰν ἀνοίξῃς τὸν οὐρανόν, τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη, καὶ τακήσονται

ὡς κηρὸς ἀπὸ πυρὸς τήκεται, καὶ κατακαύσει πῦρ τοὺς ὑπεναντίους, καὶ φανερὸν ἔσται τὸ ὄνομά σου ἐν τοῖς ὑπεναντίοις· ἀπὸ προσώπου σου ἔθνη ταραχθήσονται,

ὅταν ποιῆς τὰ ἔνδοξα· τρόμος λήμψεται ἀπὸ σοῦ ὄρη.

ἀπὸ τοῦ αἰῶνος οὐκ ἠκούσαμεν οὐδὲ οἱ ὀφθαλμοὶ ἡμῶν εἶδον θεὸν πλὴν σοῦ, καὶ τὰ ἔργα σου ἃ ποιήσεις τοῖς ὑπομένουσιν ἔλεον.

συναντήσεται τοῖς ποιοῦσιν τὸ δί καιον, καὶ τῶν ὁδῶν σου μνησθήσονται. ἰδοὺ σὺ ὠργίσθης, καὶ [*](U+05D0AQ)[*](12 τη δεξια] τη δε| δια U+05D0* (τη δεξ. U+05D0c.a, c.b) | Μωυσην U+05D0Q Μωση A |απο] προ Q | προσωπου] ras aliq in π 2⁰ B? | εαυτω] αυτω U+05D0AQ 13 ηγαγεν] pr και A | δι αβυσσου] δια της αβ. U+05D0AQ 14 κατεβη] pr και A 15 επιστρεψον] α΄ σ΄ επιβλεψον θ΄ καθιδε Qmg | om σου 2⁰ U+05D0AQ | οικτειρμων (-τιρμ. B?)] οικτειρμοι U+05D0* οι οικτειρμοι U+05D0c.a των οικτειρμων U+05D0c.ᵇAQ (των θ΄ ?? Qᵃ) | ημων] + κε U+05D0c.a (mox extinx) 16 om γαρ A | ει ημων πατηρ U+05D0 ημων ει πατηρ AQ | πατηρ 2⁰] pr ο U+05D0 | ρυσαι…εστιν] pr obelos Bᵃ (non inst Bᵇ) | εφ ημας εστιν (sup ?? Q)] εστιν εν ημιν A 17 om απο U+05D0* (hab U+05D0c.a) Q | εσκηρυνας U+05D0 | ημων τας καρδιας U+05D0c.bAQ 18 μικρον] + τι U+05D0* (improb mox repos U+05D0?) | σου] + οι υπεναντιοι ημων κατεπατησαν το αγιασμα σου AQ 19 εγεναμεθα U+05D0 | εκληθη] ενεκληθη A επεκληθη Q LXIV 1 ληψεται B? | τακησονται] τακη sup ras Aᵃ 2 απο 1⁰] υπο U+05D0* (απο U+05D0c.a, c.b) |πυρος] pr προσωπου A (σωπου sup ras Aᵃ) | πυρος τηκεται sup ras Aa | om εσται U+05D0? (postea revoc) | σου 1⁰ BQᵐᵍ] κυ U+05D0AQ οι γ΄ ομοιως Qmᵍ | απο 2⁰] προ ) 3 ποιης] ποιησης U+05D0* (ποιης U+05D0? postea rurs ποιησης) 4 οι οφθ. ημ. ειδον] οι γ΄ οφθαλμος ουκ ιδεν Qmg | ιδον A om θεον πλην σου A* (hab A¹vel salt a (mg) 5 συαντησεται] + γαρ U+05D0ΑQ ποιουσιν] υπομενουσιν U+05D0)

217
ἡμεῖς ἡμάρτομεν· διὰ τοῦτο ἐπλανήθημεν,