Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τὰ γὰρ ἔθνη καὶ οἱ βασιλεῖς οἵτινες οὐ δουλεύσουσίν σοι ἀπολοῦνται, καὶ τὰ ἔθνη ἐρημίᾳ ἐρημωθήσεται.

καὶ ἡ δόξα τοῦ Λιβάνου πρὸς σέ ἥξει ἐν κυπαρίσσῳ καὶ πεύκῃ καὶ κέδρῳ ἄμα, δοξάσαι τὸν τόπον τὸν ἅγιόν μου.

καὶ πορεύσονται πρὸς σέ δεδοικότες υἱοὶ ταπεινωσάντων σε καὶ παροξυνάντων σε, καὶ κληθήσῃ Πόλις Κυρίου, Σειὼν Ἁγίου Ἰσραήλ.

διὰ τὸ γεγενῆσθαί σε ἐνκαταλελιμμένην καὶ μεμισημένην, καὶ οὐκ ἦν ὁ βοηθῶν· καὶ θήσω σε ἀγαλλίαμα αἰώνιον, εὐφροσύνην γενεῶν γενεαῖς.

καὶ θηλάσεις γάλα ἐθνῶν, καὶ πλοῦτον βασιλέων φάγεσαι, καὶ γνώσῃ ὅτι ἐγὼ [*](6 ευαγγελιουνται] ευαγγελιουνταις (-ται U+05D0?) σοι U+05D0* (σοι improb mox revoc U+05D0?) U+05D0AQ 7 συναχθησονται] + σοι U+05D0Q | κρισι] pr οι A | ηξουσιν] + σοι U+05D0AQ | δεκτο] pr δωρα U+05D0* (improb postea revoc U+05D0?) | δοξασθησεται] ε sup ras U+05D0*vid adnot aliq mox penitus ras U+05D0c.a 8 πετανται AQ | νοσσοις] νεοσσοις AQ1 (vid) (νοσοις Q*) | om επ εμε U+05D0* (hab U+05D0c.a ⁽vid) AQ 9 om εμε U+05D0c.a | αι νησοι] om αι U+05D0post c.a AQ | Θαρσις U+05D0* (-σεις U+05D0c.b) | αργυρον] + αυτω| Qmg | om αυτων 1° AQ* (hab Qmg) | και 4°] δια U+05D0AQ | και το ονομα… του Ισραηλ] οι γ΄ τω ονοματι κῡ θυ σου ӄ τω αγιω Ιηλ Qᵐᵍ | δια το τον] δια το| τον B* non inst τον Bᵇ om το U+05D0Q* (hab AQᵃ) | του Ισραηλ] improb του U+05D0? (postea revoc) 10 βασιλις U+05D0* (-λεις U+05D0c.b) | om μου Q* (hab Qmg) | ελεος A 11 εισαγαγειν] pr του U+05D0c.a (improb U+05D0c.b) | om και βασιλεις αυτων U+05D0* (hab ӄ βασιλις U+05D0ante c.a + αυτων U+05D0c.ᵃ ӄ βασιλεις [sine αυτ.] U+05D0c.b) | om αυτων AQ* (hab Qmg) 12 βασιλεις (-λις U+05D0* -λεις U+05D0c.b)] + αυτων U+05D0c.ᵃ (improb U+05D0c.b) A | οτινες U+05D0* (οιτ. U+05D0c) | δουλευσιν Q* (-σουσιν Qa) | απολουνται] αποθανοῡ|ται A | ερημωθη- σεται] ερημωθησονται U+05D0 (-τε U+05D0* -ται U+05D0c.ᵇ) AQ 13 Λιβανου] in νου ras aliq B? | μου] + οι γ΄ ?? ӄ τον τοπον των ποδω| μου δοξασω Qᵐᵍ 14 σε και παροξυναντων] pr obel et adnot οι ωβ΄ ου κ΄ π΄ εβρ΄ Bᵃ (non inst Bᵇ) | σε 2°] + οι γ΄ ?? ӄ προσκυνησουσιν επι τα ιχνη των ποδων σον παντες οι παροξυναντες Qmg | και παροξ. σε sub ?? Q | Σιων BᵇU+05D0AQ 15 ενκατα- λελιμμενην B* vid] εγκαταλελειμμ. Bᵃᵇ ενκαταλελεμμ U+05D0* -λελειμμ. U+05D0c.a εγκαταλελιμμενην AQ | ευφροσυνη B 16 βασεων U+05D0* (-σιλεων U+05D0c))

212
[*](B) Κύριος ὁ σώζων σε, καὶ ἐξαιρούμενός σε θεὸς Ἰσραήλ.

ἀντὶ χαλκοῦ οἴσω σοι χρυσίον, ἀντὶ δὲ σιδήρου οἴσω σοι ἀργύριον, ἀντὶ δὲ ξύλων οἴσω σοι χαλκόν, ἀντὶ δὲ λίθων σίδηρον. καὶ δώσω τοὺς ἄρχοντάς σου ἐν εἰρήνῃ, καὶ τοὺς ἐπισκόπους σου ἐν δικαιοσύνῃ·

καὶ οὐκ ἀκουσθήσεται ἔτι ἀδικία ἐν τῇ γῇ σου, οὐδὲ σύντριμμα οὐδὲ ταλαιπωρία ἐν τοῖς ὁρίοις σου, ἀλλὰ κληθήσεται Σωτήριον τὰ τείχη σου, καὶ αἱ πύλαι σου Γλύμμα.

καὶ οὐκ ἔσται σοι ἔτι ὁ ἥλιος εἰς φῶς ἡμέρας, οὐδὲ ἀνατολὴ σελήνης φωτιεῖ σοι τὴν νύκτα, ἀλλ᾿ ἔσται σοι Κύριος φῶς αἰώνιον, καὶ ὁ θεὸς δόξα σου

οὐ γὰρ δύσεται ὁ ἥλιός σοι, καὶ ἡ σελήνη σοι οὐκ ἐκλείψει· ἔσται γὰρ Κύριός σοι φῶς αἰώνιον, καὶ ἀναπληρωθήσονται αἱ ἡμέραι τοῦ πένθους σου.

καὶ ὁ λαός σου πᾶς δίκαιος, δι᾿ αἰῶνος κληρονομήσουσιν τὴν γῆν, φυλάσσων τὸ φύτευμα, ἔργα χειρῶν αὐτοῦ εἰς δόξαν.

ὁ ὀλιγοστὸς ἔσται εἰς χιλιάδας, καὶ ὁ ἐλάχιστος εἰς ἔθνος μέγα· ἐγὼ Κύριος κατὰ καιρὸν συνάξω αὐτούς.