Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἡ ἐρημοῦσα θάλασσαν, ὕδωρ ἀβύσσου πλῆθος ; ἡ θεῖσα τὰ βάθη τῆς θαλάσσης ὁδὸν διαβάσεως ῥυομένοις

καὶ λελυτρωμένοις ; ὑπὸ γὰρ Κυρίου ἀποστραφήσονται, καὶ ἥξουσιν εἰς Σειὼν μετʼ εὐφροσύνης καὶ ἀγαλλιάματος αἰωνίου· ἐπὶ κεφαλῆς γὰρ αὐτῶν αἴνεσις, καὶ εὐφροσύνη καταλήμψεται αὐτούς, ἀπέδρα ὀδύνη καὶ λύπη καὶ στεναγμός.

ἐγώ εἰμι ἐγώ εἰμι ὁ παρακαλῶν σε· γνῶθι τίς οὖσα ἐφοβήθης ἀπὸ ἀνθρώπου θνητοῦ καὶ ἀπὸ υἱοῦ ἀνθρώπου, οἳ ὡσεὶ χόρτος ἐξηράνθησαν.

καὶ ἐπελάθου θεὸν τὸν ποιήσαντά σε, τὸν ποιήσαντα τὸν οὐρανὸν καὶ θεμελιώσαντα τὴν γῆν καὶ ἐφόβου ἀεὶ πάσας τὰς ἡμέρας τὸ § πρόσωπον τοῦ θυμοῦ τοῦ θλίβοντός σε, ὃν [*](§ Γ) τρόπον γὰρ ἐβουλεύσατο τοῦ ἆραί σε· καὶ νῦν ποῦ ὁ θυμὸς τοῦ θλίβοντός σε ;

ἐν γὰρ τῷ σώζεσθαί σε οὐ στήσεται οὐδὲ χρονιεῖ

ὅτι ἐγὼ ὁ θεός σου ὁ ταράσσων τὴν θάλασσαν καὶ ἠχῶν τὰ κύματα αὐτῆς, Κύριος σαβαὼθ ὄνομά μοι.

θήσω τοὺς λόγους μου εἰς τὸ στόμα σου, καὶ ὑπὸ τὴν σκιὰν τῆς χειρός μου σκεπάσω σε, ἐν ᾗ ἔστηκα τὸν οὐρανὸν καὶ ἐθεμελίωσα τὴν γῆν· καὶ ἐρεῖ Σειών Λαός μου εἶ σύ.

Ἐξεγείρου ἐξεγείρου, ἀνάστηθι, Ἰερουσαλήμ, ἡ πιοῦσα [*](7 μη] και U+05D0* (μη U+05D0c.a c.b) φαυλισμω Qᵃ (de Q* φ tantum superest) U+05D0AQΓ 8 ως 1⁰] ωσπερ U+05D0c.ᵃ AQ om γαρ Q* (hab Qᵐg) ως 2⁰] ωσπερ A αιωναν U+05D0* (improb ν U+05D0iᵃᵐ c.a) γενεαν U+05D0* (-νας U+05D0c.a c.ᵇ) 9 Ιερουσαλημ pr ?? Q? εν Q* ε | Qᵃ 10 η ερημουσα] pr θ΄ ?? η λατομησασα πλατος διαλυσασα δρακοντα ου συ ει Qmg θαλασσα A? τα βαθη] το βαθος U+05D0* (-θος sup ras U+05D0¹) 11 ελυτρωμενους U+05D0* (λελυτρωμενοις U+05D0c.a c.b) Σιων Bᵇ (in ω ras aliq ut vid) AQ επι κεφαλης γαρ] επι της κεφ. U+05D0 επι γαρ της κεφ. AQ αινεσις] pr αγαλλιασις καιU+05D0Q pr αγαλλιαμα και A καταληψε ται Qᵃ | [απε]δρα οδυνη και λυπη και] obel pr Ba (non inst Bᵇ) και λυπη] pr ?? Q? 12 γνωθι] pr ?? Q? + συ U+05D0*Qᵃ τις ουσα] τινα U+05D0AQ α΄ τις συ σ΄ τις ει οι ο΄ τις ουσα θ΄ ομοιως τοις σ΄ Qqᵐᵍ εφοβηθης (εφαβ. U+05D0* εφοβ. U+05D0c.a c.ᵇ)] pr ευλαβηθεισα U+05D0 (-θισα U+05D0* -θεισα U+05D0c.a c.b) AQ 13 θεον] θυ A* (θν Aᵃ) την γην θεμελιωσαντα Q του προσωπου U+05D0 | θυμου] + μου U+05D0c.a του θλιβ.] αυτου θλιβ. U+05D0* | αραι σε] αρεσαι σε A αρε σαι (?αρε σαι) Γ 14 χρονιει] + θ΄ ?? κ ου θανατωσεις (sic) διαφθορα κ ου μη υστερηση ο αρτος αυτου Qᵐᵍ 16 σκιαν της χειρος] σκεπην (postea rurs σκιαν) της χ. U+05D0c.a δεξιαν A και ερει Σ. λαος μου ει συ] α΄ κ του ειπειν τη Σιων λ. μ. συ σ΄ κ εις το ειπει τη Σ. λ. μ. ει Qᵐᵍ ερει] ερω τη U+05D0c.ᵃ Σιων Bᵇ (in ω ras aliq ut vid) U+05D0AQΓ 17 om εξεγειρου 2°U+05D0? (postea restit) Q* (hab Qmg))

198
[*](B) ἐκ χειρὸς Κυρίου τὸ ποτήριον τοῦ θυμοῦ αὐτοῦ· τὸ ποτήριον γὰρ τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ ἐξέπιες καὶ ἐξεκένωσας,

καὶ οὐκ ἦν ὁ παρακαλῶν σε ἀπὸ πάντων τῶν τέκνων σου ὦν ἔτεκες, καὶ οὐκ ἦν ὁ ἀντιλαμβανόμενος τῆς χειρός σου οὐδὲ ἀπὸ πάντων τῶν υἱῶν σου ὧν ὕψωσας.

δύο ταῦτα ἀντικείμενά σοι· τίς σοι συνλυπηθησεται πτῶμα καὶ σύντριμμα, λιμὸς καὶ μάχαιρα τίς παρακαλέσει σε :

οἱ υἱοί σου οἱ ἀπορούμενοι, οἱ καθεύδοντες ἐπʼ ἄκρου πάσης ἐξόδου ὡς σευτλίον ἡμίεφθον, οἱ πλήρεις θυμοῦ Κυρίου, ἐκλελυμένοι διὰ Κυρίου τοῦ θεοῦ.

διὰ τοῦτο ἄκουε, τεταπεινωμένη καὶ μεθύουσα οὐκ ἀπὸ οἴνου.

οὕτως λέγει Κύριος ὁ θεὸς ὁ κρίνων τὸν λαὸν αὐτοῦ Ἰδοὺ εἴληφα ἐκ τῆς χειρός σου τὸ ποτήριον τῆς πτώσεως, τὸ κόνδυ τοῦ θυμοῦ μου, καὶ οὐ προσθήσῃ ἔτι πιεῖν αὐτό·

καὶ δώσω αὐτὸ εἰς τὰς χεῖρας τῶν ἀδικησάντων σε τῶν ταπεινωσάντων σε, οἱ εἶπαν τῇ ψυχῇ σου Κύψον, ἵνα παρέλθωμεν καὶ ἔθηκας ἴσα τῇ γῇ τὰ μέσα σου ἔξω τοῖς παραπορευομένοις.