Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διὰ τοῦτο ὃν τρόπον καυθήσεται καλάμη ὑπὸ ἄνθρακος πυρός, καὶ συνκαυθήσεται ὑπὸ φλογὸς ἀνειμένης, ἡ ῥίζα αὐτῶν ὡς χνοῦς ἔσται, καὶ τὸ ἄνθος αὐτῶν ὡς κονιορτὸς ἀναβήσεται· οὐ γὰρ ἠθέλησαν τὸν νόμον Κυρίου σαβαώθ, ἀλλὰ τὸ λόγιον τοῦ [*](12 μετα γαρ. πινουσιν] α᾿ ӄ εγενετο κιθαρα ӄ ναβλα ӄ τυμπανον ӄ αυλος U+05D0AQΖΓ και σινος ποτοι ουτων Qᵐᵍ om γαρ Γ και τυμπανων] +και χορων U+05D0 | Κυριου] του θῡ U+05D0* του κυ U+05D0c.bQ* (πιπι Qᵐᵍ Z εμβλεψουσιν U+05D0* (εμβλεπ. U+05D0c.a c.b κατανοουσιν] pro ο 2⁰ inceb υ B* (o B¹) κατανοησουσιν U+05D0* ( νοουσιν U+05D0c.a,c.b) 13 εγενηθη ο λαος μου Ζ διφος| διψαν U+05D0Α (δειφ.) Q* ( ψος Qᵐᵍ ΖΓ 14 το στομα αυτου] οι γʼ το στ. αυτου οι ο’ το στ. του Qᵐᵍ διαλειπειν AΓ αυτης] + σʼθʼ ?? ӄ ο αγαλλιωμενος εν αυτη Qᵐᵍ 16 εν κριματι] θʼσʼ εν κρ. α’ ӄ οι ο’ εν κρισει Qᵐᵍ 17 φαγωνται U+05D0* (.γονται U+05D0c) 18 επισπω- μενοι] inceb επιστρ. A*ᵛⁱᵈ | αμαρτιας] σʼ ανομιας αʼθʼ την ανομιαν Qᵐᵍ ωσχοινιω U+05D0* (ως σχ. U+05D0c.b) 19 ποιησει] ποιη ο θς U+05D0d.a ⁽vid ειδωμεν] ιδω- μεν U+05D0QΓ ελθατω] ελθοι A ελθετω U+05D0Q om Ισραηλ A 20 καλον (2⁰) κα Sup ras U+05D01vid) το φως σκοτος και το σκοτος φως U+05D0 21 εαυτοις] αυτοις Γ ουτων (αυτ. Bᵃ)] εαυτων AQΓ 22 οισχυοντες B* (οι ισχ. Bᵇ) τον οινον πινοντες U+05D0ΑQ κεραννοντες B*U+05D0* (.νυντες BᵃᵇU+05D0c. ᵇ) κεραυνυντες A 23 ασε- βην U+05D0* καυθησεται bis scr A *ᵛᵈ (ras 1⁰ A?) συγκαυθησεται Bᵃᵇ AQᵃ ανειμενης] η sup ras A¹ χνους] χους U+05D0* χν. Qᵃ nisi pot I αλλα] και Γ)

110
[*](Β) ἁγίου Ἰσραὴλ παρώξυναν.

καὶ ἐθυμώθη ὀργῇ Κύριος σαβαὼθ ἐπὶ τὸν λαὸν αὐτοῦ, καὶ ἐπέβαλεν τὴν χεῖρα ἐπʼ αὐτοὺς καὶ ἐπά. ταξεν αὐτούς· καὶ παρωξύνθη τὰ ὄρη, καὶ ἐγενήθη τὰ θνησιμαῖα αὐτῶν ὡς κοπρία ἐν μέσῳ ὁδοῦ. καὶ ἐν πᾶσι τούτοις οὐκ ἀπεστράφη ὁ θυμὸς αὐτοῦ, ἀλλὰ ἔτι ἡ χεὶρ ὑψηλή.

τοιγαροῦν ἀρεῖ σύσσημον ἐν τοῖς ἔθνεσιν τοῖς μακρὰν καὶ συριεῖ αὐτοὺς ἀπʼ ἄκρου τῆς γῆς. καὶ ἰδοὺ ταχὺ κούφως ἔρχονται.

οὐ πεινάσουσιν οὐδέ κοπιάσουσιν οὐδὲ νυστάξουσιν οὐδέ κοιμηθήσονται, οὐδὲ λύσουσιν τὰς ζώνας αὐτῶν ἀπὸ τῆς ὀσφύος αὐτῶν, οὐδέ μὴ ῥαγῶσιν οἱ ἱμάντες τῶν ὑποδημάτων αὐτῶν·

ὧν τὰ βέλη ὀξεῖά ἐστι καὶ τὰ τόξα αὐτῶν ἐντεταμένα. οἱ πόδες τῶν ἵππων αὐτῶν ὡς στερεὰ πέτρα· ἐλογίσθησαν οἱ τροχοὶ τῶν ἁρμάτων αὐτῶν ὡς καταιγίς.

ὀργιῶσιν ὡς λέοντες, παρέστηκαν ὡς σκύμνοι λέοντος· καὶ ἐπιλήμψεται, καὶ βοήσει ὡς θηρίον, καὶ ἐκβαλεῖ, καὶ οὐκ ἔσται ὁ ῥυόμενος αὐτούς,

καὶ βοήσει δι᾿ αὐτοὺς τῇ ἡμέρᾳ ἐκείνῃ ὡς φωνὴ θαλάσσης κυμαινούσης· καὶ ἐμβλέψονται εἰς τὴν γῆν, καὶ ἰδοὺ σκότος σκληρὸν ἐν τῇ ἀπορίᾳ αὐτῶν.

Καὶ ἐγένετο τοῦ ἐνιαυτοῦ οὗ ἀπέθανεν Οζείας ὁ βασιλεὺς εἶδον τὸν κύριον καθήμενον ἐπὶ θρόνου ὑψηλοῦ καὶ ἐπηρμένου, καὶ πλήρης ὁ οἶκος τῆς δόξης αὐτοῦ.

καὶ σεραφεὶμ εἱστήκεισαν κύκλῳ αὐτοῦ, ἓξ πτέρυγες τῷ ἐνί, καὶ ἓξ πτέρυγες τῷ ἑνί καὶ ταῖς μέν δυσὶν [*](U+05D0AQΓ) [*](24 om αγιου A παροξυναν U+05D0* 25 και 1⁰] θʼσʼ δια τουτο Qᵐᵍ εθυμωθη] ωργισθη U+05D0 | οργη] θυμω U+05D0 | επι] εις A χειρα] + αυτου U+05D0ΑQΓ (αυ.. ) παρ- ωξυνθη (παροξ. U+05D0)] α’ εκλονηθησαν Qᵐᵍ τα ορη] τα ορ sup ras U+05D01(vid) εν μεσω] μεσον Γ om και 6⁰ AQ* (hab Qᵐᵍ Γ πασιν AΓ om αυτου 20 U+05D0AQ* (hab Qᵐᵍ οι γʼ ομοιως) Γ αλλα] αλλ U+05D0ΑQ 26 post αρει ins comma Bᵃ (non inst Bᵇ) συνσημον U+05D0* (συσσ. U+05D0c.a (vid) εθνεσι Q συριεῖ] αʼσʼ συρισει θʼ ομοιως τοις ο’ Qᵐᵍ αυτους] αυτοις U+05D0AQ* (οι γʼ αυτω Qᵐᵍ 27 om πεινασουσιν ουδε A ουδε 4⁰] + μη U+05D0c.a ω ᵛᵈ (brstea ras) Q ουδ ου μη A ραγωσιν] παραγωσιν U+05D0* (imbrob πα postea ras U+05D0?) υτοδηματων] αʼσʼ υποδηματος θʼ του υποδ. αυτου Qᵐᵍ 28 εστιν U+05D0AΓQ οι ποδες] οι λ αι οπλαι Qᵐᵍ ωστερεα U+05D0* (ως στ. U+05D0c. ᵇ) καταιγις] α’ συσεισμος (sic) Qᵐᵍ 29 οργιωσιν] ορμωσιν U+05D0* (ορμωσαν U+05D0d. ᵃ) AQ (α’ βρυχημα αυτω θʼσʼ ωρυγγα αυτου Qᵐᵍ) ως 1⁰, 2⁰] ωσει U+05D0 | παοεστηκαν] παρεστηκσσιν U+05D0c.b A παρεστησαν Γ pr και U+05D0AQΓ ωσκυμνοι B* (ως σκ. Bᵃᵇ) σκιμνος U+05D0AQ επιληψεται Q βοησεται AQΓ (item 3o) om αυτους AQ* (hab Qᵐᵍ) 30 βοησει δι αυτους] σʼ ηχησει επ αυτον θʼ κ βοησεται επ αυτον Qᵐᵍ τη ημ. εκ.] pr εν U+05D0AQ εμβλεφονται] + εις τον ουρανον ανω και U+05D0Γ γην] + κατω εμβλεψονται U+05D0c.a κατ. εμβλ. ӄ U+05D0d.a V 1 1 Oζιας BᵇU+05D0AQ ιδον U+05D0Α πληρης] θʼ ӄ τα προς ποδων αυτου επληρου τον ναο Qᵐᵍ 2 σερα- ηφειν U+05D0Α σεραgφιμ Γ ιστηκεισαν ΑΓ)

111
κατεκάλυπτον τὸ πρόσαωπον, ταῖς δὲ δυσὶν κατεκάλυπτον τοὺς πόδας, [*](B) καὶ ταῖς δυσὶν ἐπέταντο.

καὶ ἐκέκραγεν ἕτερος πρὸς τὸν ἕτερον καὶ ἔλεγον Ἄγιος ἅγιος ἅγιος Κύριος σαβαώθ, πλήρης πᾶσα ἡ γῆ τῆς δόξης αὐτοῦ.

καὶ ἐπήρθη τὸ ὑπέρθυρον ἀπὸ τῆς φωνῆς ἧς ἐκέκραγον. καὶ ὁ οἶκος ἐνεπλήσθη καπνοῦ.

καὶ εἶπον Ὢ τάλας ἐγὼ, ὅτι κατανένυγμαι, ὅτι ἄνθρωπος ὧν καὶ ἀκάθαρτα χείλη ἔχων ἐν μέσῳ λαοῦ ἀκάθαρτα χείλη ἔχοντος ἐγὼ οἰκῶ, και τὸν βασιλέα Κύριον σαβαὼθ εἶδον τοῖς ὀφθαλμοῖς μου.

καὶ ἀπεστάλη πρὸς μέ ἓυ τῶν σεραφείν, καὶ ἐν τῇ χειρὶ εἶχεν ἄνθρακα ὃν τῆ λαβίδι ἔλαβεν ἀπὸ τοῦ θυσιαστηρίου,

καὶ ἥψατο τοῦ στόματός μου καὶ εἶπεν Ἰδοὺ ἥψατο τοῦτο τῶν χειλέων σου, καὶ ἀφελεῖ τὰς ἀνομίας σου, καὶ τὰς ἁμαρτίας σου περικαθαριεῖ.

καὶ ἤκουσα τῆς φωνῆς Κυρίου λέγοντος Τίνα ἀποστείλω, καὶ τίς πορεύσεται πρὸς τὸν λαὸν τοῦτον; καὶ εἶπα Ἰδού εἰμι ἐγώ· ἀπόστειλόν με.

καὶ εἶπεν Πορεύθητι καὶ εἰπὸν τῷ λαῷ τούτῳ Ἀκοῇ ἀκούσετε καὶ οὐ μὴ συνῆτε, καὶ βλέποντες βλέψετε καὶ οὐ μὴ ἴδητε.

ἐπαχύνθη γὰρ ἡ καρδία τοῦ λαοῦ τούτου, καὶ τοῖς ὠσὶν αὐτῶν βαρέως ἤκουσαν καὶ τοὺς ὀφθαλμοὺς ἐκάμμυσαν, μὴ ποτε ἴδωσιν τοῖς ὀφθαλμοῖς καὶ τοῖς /ὠσὶν ἀκούσωσιν, καὶ τῇ καρδίᾳ συνῶσιν καὶ ἐπιστρέψωσιν, καὶ ἰάσομαι αὐτούς.

καὶ εἶπα Ἕως πότε, Κύριε; καὶ εἶπεν Ἕως ἂν ἐρημωθῶσιν πόλεις παρὰ τὸ μὴ κατοικεῖσθαι, καὶ οἶκοι παρὰ τὸ μὴ εἶναι ἀνθρώπους, καὶ ἡ γῆ καταλειφθήσεται ἔρημος.

καὶ μετὰ ταῦτα μακρυνεῖ ὁ θεὸς τοὺς ἀνθρώπους. καὶ οἱ καταλειφθέντες σληθυνθήσονται ἐπὶ τῆς γῆς,

καὶ ἔτι ἐπ αὐτῆς ἐστιν τὸ ἐπιδέκατον, καὶ πάλιν ἔσται εἰς προνομήν, ὡς τερέβινθος καὶ ὡς βάλανος ὅταν ἐκπέσῃ ἐκ τῆς θήκης αὐτῆς.