Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἆρον κύκλῳ τοὺς ὀφθαλμούς σου καὶ ἴδε πάντας, ἰδοὺ συνήχθησαν καὶ ἤλθοσαν πρὸς σέ· ζῶ ἐγώ, λέγει Κύριος, ὅτι πάντας αὐτοὺς ὡς κόσμον ἐνδύσῃ, καὶ περιθήσεις αὐτοὺς ὡς κόσμον, ὡς νύμφη.

ὅτι τὰ ἔρημά σου καὶ τὰ κατεφθαρμένα καὶ τὰ πεπτωκότα, νῦν στενοχωρήσει ἀπὸ τῶν κατοικούντων, καὶ μακρυνθήσονται ἀπὸ σοῦ οἱ καταπίνοντές σε.

ἐροῦσιν γὰρ εἰς τὰ ὧτά σου οἱ υἱοί σου οὓς ἀπολώλεκας Στενός μοι ὁ τόπος, ποίησόν μοι τόπον ἵνα κατοικήσω.

καὶ ἐρεῖς ἐν τῇ καρδίᾳ σου Τίς ἐγέννησέν μοι τούτους; ἐγὼ δὲ ἄτεκνος καὶ χήρα, τούτους δὲ τίς ἐξέθρεψέν μοι ; ἐγὼ δὲ κατελείφθην μόνη, οὗτοι δέ μοι ποῦ ἦσαν;

Οὕτως λέγει Κύριος Ἰδοὺ αἴρω εἰς τὸ ἔθνη τὴν χεῖρά μου, καὶ εἰς τὰς νήσους ἀρῶ σύσσημόν μου, καὶ ἄξουσιν τοὺς υἱούς σου ἐν κόλπῳ, τὰς δὲ θυγατέρας σου ἐπʼ ὤμων ἀροῦσιν,

καὶ ἔσονται βασιλεῖς τιθηνοί σου, αἱ δὲ ἄρχουσαι αὐτῶν τροφοί σου· ἐπὶ πρόσωπον τῆς γῆς προσκυνήσουσίν σοι, καὶ τὸν χοῦν τῶν ποδῶν σου λίξουσιν· καὶ γνώσῃ ὅτι ἐγὼ Κύριος, καὶ οὐκ αἰσχυνθήσονται οἱ ὑπομένοντές με.

μὴ λήμψεταί τις παρὰ γίγαντος σκῦλα ; καὶ ἐὰν αἰχμαλωτεύσῃ τις ἀδίκως, σωθήσεται;

οὕτως λέγει Κύριος Ἐάν τις αἰχμαλωτεύσῃ γίγαντα, λήμψεται σκῦλα· λαμβάνων δὲ παρὰ ἰσχύοντος σωθήσεται· ἐγὼ δὲ τὴν κρίσιν σου κρινῶ, καὶ ἐγὼ τοὺς υἱούς σου ῥύσομαι·

καὶ φάγονται οἱ θλίψαντές σε τὰς σάρκας αὐτῶν, καὶ πίονται ὡς οἶνον νέον τὸ αἷμα αὐτῶν καὶ μεθυσθήσονται, καὶ αἰσθανθήσεται πᾶσα σὰρξ ὅτι ἐγὼ Κύριος ὁ ῥυσάμενός [*](U+05D0AQ)[*](17 εξ ου B* (εκ σου Bᵃᵇ) 18 σινηχθησαν U+05D0* (συνηχθ. U+05D0c) om ως κοσμον (1°) U+05D0AQ* (hab sub ?? Qᵐᵍ) περιθησει Bᵃᵇ περιθηση U+05D0AQ κοσμον 2°] κοσ- μος U+05D0* (μον U+05D0¹⁽ᵛⁱᵈ) om ως 3⁰ U+05D0AQ νυμφης U+05D0AQ 19 κατεφθαρμενα] διεφθ. U+05D0c.b AQ + σου Qmg πεπτωκοτα] κατε πτωκοτα U+05D0* (πεπτ. U+05D0c. ᵇ) | νυν] pr ?? οτι Qmg στενοχωρηση U+05D0* κατοικουντων (καιτ. U+05D0* κατ. U+05D0 c.ᵇ)] ενοικ. Α+σε U+05D0* (improb σε U+05D0c.a c.b) απο σου sub ?? Q 20 απολωλεκας] απω- λεκας A απωλεσας Qᵐᵍ 21 τουτους 1⁰] pr α΄θ΄ ?? συν Qmg χηρα] + θ΄ ?? παροικος κ εκκεκλεισμενη Qᵐᵍ 22 Κυριος] pr κς BᵃᵇQmg αιρω] αρω Q*ᵛⁱᵈ (αιρ. Qa) συσημον B* (συσσ. BᵃᵇU+05D0post c.a) συνσημον U+05D0*A | κολπω] + σου U+05D0 | επ ωμων] επι των ωμ. Q 23 om αυτων U+05D0? AQ χουν] incep χω U+05D0* (χουν U+05D0¹) λειξουσι BᵃᵇQᵃ (-σιν) και ουκ. υπομεν. με] σ΄ κ ουκ αισχυν- θησονται οι προσδοκωντες με α΄θ΄ ομοιως τοις ο΄ Qmg | αισχυνθησονται] αισχυνθηση (εσχ. U+05D0* αισχ. U+05D0c.ᵇ) U+05D0AQ* (-σονται Qmg) om οι υπομενοντες με U+05D0A AQ* (hab sub ?? Qᵐᵍ) 24 μη λημψεται… σωθησεται] σ΄ μη ληφθησεται παρα δυνατου ληψις η αιχμαλωσια δικαιου διασωθησετε α΄θ΄. ει αιχμαλω- τιζων δικαιον περισωησεται Qmg ληψεται BᵇQᵃ (item Qᵃ 25) 25 ουτως (τω U+05D0* τως U+05D0c.ᵇ)] pr οι γ΄ ?? οτι Qmg σου 2⁰| μου Bᵃᵇ 26 θλιφαντες] θλιβοντες A om και 2⁰ U+05D0* (hab U+05D0c.a c.b) μεθυσθησον B* ( + ται Bᵃᵇ ᵐᵍ) | αισθανθησεται] θησεται sup ras Bᵃᵇ εσθανθησονται U+05D0* (-θησεται U+05D0c) σαξ U+05D0* (σαρξ U+05D0c) om Κυριος AQ*ᵛⁱᵈ)

195
σε καὶ ἀντιλαμβανόμενος ἰσχύος Ἰακώβ.

Οὕτως [*](B) λέγει Κύριος Ποῖον τὸ βιβλίον τοῦ ἀποστασίου τῆς μητρὸς ὑμῶν, ᾧ ἐξαπέστειλα αὐτήν; ἢ τίνι ὑπόχρεῳ πέπρακα ὑμᾶς ; ἰδοὺ ταῖς ἁμαρτίαις ὑμῶν ἐπράθητε, καὶ ταῖς ἀνομίαις ὑμῶν ἐξαπέστειλα τὴν μητέρα ὑμῶν.

τί ὅτι ἦλθον, καὶ οὐκ ἦν ἄνθρωπος; ἐκάλεσα, καὶ οὐ κ ἦν ὁ ὑπακούων; μὴ οὐκ ἰσχύει ἡ χείρ μου τοῦ ῥύσασθαι; ἢ οὐκ ἰσχύω τοῦ ἐξελέσθαι; ἰδοὺ τῷ ἐλεγμῷ μου ἐξερημώσω τὴν θάλασσαν, καὶ θήσω ποταμοὺς ἐρήμους. καὶ ξηρανθήσονται οἱ ἰχθύες αὐτῶν ἀπὸ τοῦ μὴ εἶναι ὕδωρ, καὶ ἀποθανοῦνται ἐν δίψει.

ἐνδύσω τὸν οὐρανὸν σκότος, καὶ ὡς σάκκον θήσω τὸ περιβόλαιον αὐτοῦ.

Κύριος Κύριος δίδωσίν μοι γλῶσσαν παιδίας τοῦ γνῶναι ἡνίκα δεῖ εἰπεῖν λόγον· ἔθηκέν μοι πρωί, προσέθηκέν μοι ὠτίον ἀκούειν,

καὶ ἡ παιδία κυρίου Κυρίου ἀνοίγει μου τὰ ὦτα, ἐγὼ δὲ οὐκ ἀπειθῶ οὐδὲ ἀντιλέγω.

τὸν νῶτόν μου ἔδωκα εἰς μάστιγας, τὰς δὲ σιαγόνας μου εἰς ῥαπίσματα, τὸ δὲ πρόσωπόν μου οὐκ ἀπέστρεψα ἀπὸ αἰσχύνης ἐμπτυσμάτων,

καὶ κύριος Κύριος βοηθός μοι ἐγενήθη· διὰ τοῦτο οὐκ ἐνετράπην, ἀλλὰ ἔθηκα τὸ πρόσωπόν μου ὡς στερεὰν πέτραν, καὶ ἔγνων ὅτι οὐ μὴ αἰσχυνθῶ.

ὅτι ἐγγίζει ὁ δικαιώσας με· τίς ὁ κρινόμενός μοι ; ἀντιστήτω μοι ἅμα· καὶ τίς ὁ κρινόμενός μοι; ἐγγισάτω μοι.

ἰδοὺ Κύριος βοηθήσει μοι· τίς κακώσει με; ἰδοὺ πάντες ὑμεῖς ὡς ἱμάτιον παλαιωθήσεσθε, καὶ σὴς [*](L 1 ουτω U+05D0 | ποιον το βιβλιον] [ποιον το]υτο [β.]; σ΄ ποιον το β. α΄θ΄ U+05D0AQ ομοιως τοις σ΄ ποιον τουτο β. Qmg ω] η U+05D0* (ω) U+05D0c.b) ως U+05D0ᵈ.a τινι] ι 2⁰ sup ras 2 vel 3 lilt A? vid (τινων A*fort) υποχρεω sub τ Q πεπρακα] pr θ΄ ?? των πρασσ| ντων με ω Qmg υμας] + θ΄ ?? αυτω ᵐᵍ 2 τι οτι ηλθον] διοτι ηλθ. U+05D0 οι ο΄ διοτι ηλθον α΄σ΄ ομοιως τοις ο΄ : θ΄ τι οτι ηλθο | Qmg | ουκ ην ο υπακουων (επ. U+05D0* υπ. U+05D0c, ᵈ.a)] ουχ υπηκουσε | A ουκ 3° (ουκ | B* ου|κ B?)] om Q* (hab Qmg) om η ουκ ισχυω του εξελεσθαιU+05D0? (postea revoc) τω ελεγμω μου] +και τη σπιλη μου U+05D0* (improb τω ελ. μ. και U+05D0? postea revoc) τη απειλη μου AQ* (τω ελ. μου Qmᵍ) 3 ενδυσω] pr και U+05D0c.ᵇAQ | ως σακκον θησω] ως σακκον U+05D0* θησω σακκον U+05D0c.b θησω ως σακκον U+05D0post c.a A 4 om Κυριος 1⁰ U+05D0AQ (hab Qmg) μοι διδωσιν U+05D0 | παιδιας (-ειας BᵃᵇQa)] σοφιας A του γνωναι…λογον] α΄ του γν. του υποστηρισαι σ΄ του γν. ομιλιαν Qmg γνωναι] + εν καιρω A πρωι] pr το A + πρωι U+05D0c.b.(ᵇ ᵛⁱᵈ) (postea ras) προσ|εθ. Q* προ| σεθ. Qᵃ 5 παιδεια BᵃᵇQᵃ om Κυριου U+05D0*AQ* (hab U+05D0c.b fort |postea ras] Qmg) ανοιει U+05D0* (-γει U+05D0c.b) τα ωτα μου A ουδε] ουδ U+05D0 6 εδωκα] δεδωκα AQ ενπτυσματων U+05D0 7 om Κυριος U+05D0c.bAQ* (hab) Qmg) μοι] μον U+05D0AQ αλλα] αλλ U+05D0Q | στερεαν] εαν sup ras Aa | αισχυνθω] κατεσχυνθη U+05D0* -θω) U+05D0¹(vid) (αισχυνθω U+05D0c.b) 9 Κυριος] + κς Bᵃᵇ Qᵐᵍ βοηθησει] βοηθει U+05D0c.a, c.b ⁽ᵛⁱᵈ) (postea revoc -θησει) AQ (βοηθι Q* -θει Qa οι ο΄ βοηθησει μοι σ΄ βοηθει μοι α΄θ΄ ομοιως τοις ο΄ Qmg σης καταφ.] pr ως U+05D0c.b ⁽vid⁾ AQ σ΄ ευρως καταφ. θ΄ ομοιως τοις ο΄ Qmg)

196
[*](Β) καταφάγεται ὑμᾶς.

Τίς ἐν ὑμῖν ὁ φοβούμενος τὸν κύριον ; ὑπακουσάτω τῆς φωνῆς τοῦ παιδὸς αὐτοῦ· οἱ πορευόμενοι ἐν σκότει, καὶ οὐκ ἔστιν αὐτοῖς φῶς, πεποίθατε ἐπὶ τῷ ὀνόματι Κυρίου καὶ ἀντιστηρίσασθε ἐπὶ τῷ θεῷ.

ἰδοὺ πάντες ὑμεῖς πῦρ καίετε καὶ κατισχύετε φλόγα· πορεύεσθε τῷ φωτὶ τοῦ πυρὸς ὑμῶν καὶ τῇ φλογὶ ᾖ ἐξεκαύσατε· δι᾿ ἐμὲ ἐγένετο ταῦτα ὑμῖν, ἐν λύπῃ κοιμηθήσεσθε.