Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ἀκούσατε ταῦτα, οἶκος Ἰακώβ, οἱ κεκλημένοι ἐπὶ τῷ ἀνόματι Ἰσραὴλ καὶ ἐξ Ἰούδα ἐξελθόντες, οἱ ὀμνύοντες τῷ ὀνόματι Κυρίου θεοῦ Ἰσραὴλ, μιμνησκόμενοι οὐ μετὰ ἀληθείας οὐδέ μετὰ δικαιοσύνης,

καὶ ἀντεχόμενοι τῷ ὀνόματι τῆς πόλεως τῆς ἁγίας, καὶ ἐπὶ τῷ θεῷ Ἰσραὴλ ἀντιστηριζόμενοι, Κύριος σαβαὼθ ὄνομα αὐτῷ.

τὰ πρότερα ἔτι ἀνήγγειλα, καὶ ἐκ τοῦ στόματός μου ἐξῆλθεν καὶ ἀκουστὸν ἐγένετο· ἐξάπινα ἐποίησα, καὶ ἐπῆλθεν.

γινώσκω ὅτι σκληρὸς εἶ, καὶ νεῦρον σιδηροῦν ὁ τράχηλός σου, καὶ τὸ μέτωπόν σου χαλκοῦν.

καὶ ἀνήγγειλά σοι παλαιὰ πρὶν ἐλθεῖν ἐπὶ σέ· ἀκουστόν σοι ἐποίησα, μή ποτε εἴπῃς ὅτι Τὰ εἴδωλά μοι ἐποίησεν, καὶ εἴπῃς ὅτι Τὰ γλυπτὰ καὶ τὰ χωνευτὰ ἐνετείλατό μοι.

ἠκούσατε πάντα, καὶ ὑμεῖς οὐκ ἔγνωτε· ἀλλὰ ἀκουστά σοι ἐποίησα τὰ καινὰ ἀπὸ τοῦ νῦν ἃ μέλλει γίνεσθαι· καὶ οὐκ εἶπας

Νῦν γίνεται καὶ οὐ πάλαι, καὶ οὐ προτέραις ἡμέραις ἤκουσας αὐτά· μὴ εἴπῃς Ναί, γινώσκω αὐτά.

οὔτε ἔγνως οὔτε ἠπίστω, οὔτε ἀπʼ ἀρχῆς ἤνοιξά σου τὰ ὦτα· ἔγνων γὰρ ὅτι ἀθετῶν ἀθετήσεις, καὶ ἄνομος [*](U+05D0AQ)[*](12 δυνηση BᵃᵇU+05D0Q) | ωφεληθηναι] + θ΄ ?? ειπως δυνηση ισχυσαι Qmg 13 κε- κοπιακας] pr και U+05D0 | μελλεις Q* 14 κατακαυθησονται] κατακαησονται AQ* (κατακαυθ. Qᵃ) | ου μ (sic) U+05D0* (ου μη Bc. ᵃ) | εχεις] εσχις U+05D0* (εχις U+05D01 fort εχεις U+05D0c. ᵇ) | πιρος U+05D0* (πυρ. U+05D0ᵃ) 15 om σοι 1° Q* (hab Qmg) | βοηθια U+05D0* (-θεια U+05D0c. ᵇ) O* vid (βο, ια sup ras -θεια Qᵃ) | μεταβολη] + σου U+05D0A | νεοτητος] + σου Q | σοι 2°] συ B* σοι Bᵃᵇ) XLVIII 1 om επι U+05D0? (postea revoc) AQ | εξ] pr οι U+05D0AQ | Ιουδα] pr σ΄θ΄ ?? υδατος Qmg | αληθιας U+05D0Q* 2 Ισραηλ] pr του U+05D0AQ | αντιστηριζομενος U+05D0* (-νοι U+05D0c) 3 εξηλθον U+05D0* (-θεν U+05D0c. ᵇ) | ακουστα A | εποιησεν Q* vid (-σα Qᵃ) 4 γινωσκω (γιγν. Bᵃᵇ)] + εγω U+05D0AQ θ΄σ΄ δια το γνωναι με Qmᵍ | οστισκλ B* (οτι σκλ B? ) 5 παλαια] παλαι U+05D0AQ pr τα U+05D0c.ᵇAQ | om ποτε U+05D0AQ* (hab Qmᵍ) | εποιησαν U+05D0AQ (-σεν Qᵐᵍ) | ειπης 2°] om A* pr μη U+05D0AᵃQ | om οτι 2° A | και μη ειπ. οτι sub ?? Q | ενετιλαντο U+05D0c.a (ενετειλατο U+05D0c.ᵇ) 6 εγνωτε] εγνωκατε U+05D0* (εγ- νωτε U+05D0c.b postea εγνωκ. revoc) | αλλα] + και U+05D0AQ | ακουστα...τα (ται U+05D0*) καινα] α΄θ΄ ηκουτισα σε καινα U+05D0mg | γινεσθαι] γενεσθαι Q 7 ηκουσας] pr οι γ΄ ?? ӄ ουκ Qmg | αυτα 1°] ταυτα U+05D0Qmg (om Q*) | ειπης] + οτι U+05D0c.b AQ* 8 εγνοις U+05D0* (εγνως U+05D0c.a, c.ᵇ) | επιστω U+05D0 | τα ωτα σου A )

191
ἔτι ἐκ κοιλίας κληθήσῃ.

ἕνεκεν τοῦ ἐμοῦ ὀνόματος δείξω σοι [*](B) τὸν θυμόν μου, καὶ τὰ ἔνδοξά μου ἐπάξω ἐπὶ σέ, ἵνα μὴ ἐξολεθρεύσω σε.

ἰδοὺ πέπρακά σε οὐχ ἕνεκεν ἀργυρίου· ἐξειλάμην δέ σε ἐκ καμίνου πτωχείας·

ἕνεκεν ἐμοῦ ποιήσω σοι, ὅτι τὸ ἐμὸν ὄνομα βεβηλοῦται, καὶ τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω.

Ἄκουέ μου, Ἰακώβ, καὶ Ἰσραὴλ ὃν ἐγὼ καλῶ· ἐγώ εἰμι πρῶτος, καὶ ἐγώ εἰμι εἰς τὸν αἰῶνα,

καὶ ἡ χείρ μου ἐθεμελίωσε τὴν γῆν, καὶ ἡ δεξιά μου ἐστερέωσεν τὸν οὐρανόν· καλέσω αὐτούς, καὶ στήσονται nἅμα,

καὶ συναχθήσονται πάντες καὶ ἀκούσονται. τίς αὐτοῖς ἀνήγγειλεν ταῦτα; ἀγαπῶν σε ἐποίησα τὸ θέλημά σου ἐπὶ Βαβυλῶνα τοῦ ἆραι σπέρμα Χαλδαίων·