Isaias
Septuaginta
Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905
ἀπὸ Κυρίου δικαιωθήσονται, καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσεται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.
Ἔπεσε Βήλ, συνετρίβη Ναβώ, ἐγένετο τὰ γλυπτὰ αὐτῶν εἰς θηρία καὶ τὰ κτήνη· αἴρετε αὐτὰ καταδεδεμένα ὡς φορτίον κοπιῶντι,
ἐκλελυμένῳ καὶ πεινῶντι, οὐκ ἰσχύοντι ἅμα, οἳ οὐ δυνήσονται σωθῆναι ἀπὸ πολέμου, αὐτοὶ δὲ αἰχμάλωτοι ἤχθησαν.
Ἀκούετέ μου, οἶκος τοῦ Ἰακὼβ καὶ πᾶν τὸ κατάλοιπον τοῦ Ἰσραήλ, οἱ αἰρόμενοι ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου·
ἕως γήρως ἐγώ εἰμι, καὶ ἕως ἂν καταγηράσητε ἐγώ εἰμι, ἐγὼ ἀνέχομαι ὑμῶν, ἐγὼ ἐποίησα καὶ ἐγὼ ἀνήσω, ἐγὼ ἀναλήμψομαι καὶ σώσω ὑμᾶς.
τίνι με ὡμοιώσατε; ἴδετε, τεχνάσασθε, οἱ πλανώμενοι,
οἱ συμβαλλόμενοι χρυσίον ἐκ μαρσιππίου καὶ ἀργύριον ἐν ζυγῷ· στήσουσιν ἐν σταθμῷ καὶ μισθωσάμενοι χρυσοχόον ἐποίησαν χειροποίητα, καὶ κύψαντες προσκυνοῦσιν αὐτοῖς.
αἴρουσιν αὐτὸ ἐπὶ τοῦ ὤμου καὶ πορεύονται· ἐὰν δὲ θῶσιν αὐτό, ἐπὶ τοῦ τόπου αὐτοῦ μένει, οὐ μὴ κινηθῇ· καὶ ὃς ἐὰν βοήσῃ πρὸς αὐτόν, οὐ μὴ εἰσακούσῃ, ἀπὸ κακῶν οὐ μὴ σώσῃ αὐτόν.
Μνήσθητε ταῦτα καὶ στενάξατε, μετανοἡσατε, οἱ πεπλανημένοι, ἐπιστρέψατε τῇ καρδίᾳ,
καὶ μνήσθητε τὰ πρότερα ἀπὸ τοῦ αἰῶνος, ὅτι ἐγώ εἰμι ὁ θεὸς καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ,
ἀναγγέλλων πρότερον τὰ ἔσχατα πρὶν γενέσθαι, καὶ ἅμα συνετελέσθη· καὶ εἶπα Πᾶσά μου ἡ βουλὴ στήσεται, καὶ πάντα ὅσα βεβούλευμαι ποιήσω·
καλῶν ἀπʼ ἀνατολῶν πετεινὸν καὶ ἀπὸ γῆς πόρρωθεν περὶ ὧν βεβούλευμαι, ἐλάλησα καὶ ἤγαγον, ἔκτισα καὶ ἐποίησα, ἤγαγον αὐτὸν καὶ εὐόδωσα τὴν ὁδὸν αὐτοῦ.
ἀκούσατέ μου, οἱ ἀπολωλεκότες τὴν καρδίαν, οἱ μακρὰν ἀπὸ τῆς δικαιοσύνης.
ἤγγισα τὴν δικαιοσύνην μου, καὶ τὴν σωτηρίαν τὴν παρʼ ἐμοῦ οὐ βραδυνῶ· δέδωκα ἐν Σειὼν σωτηρίαν τῷ Ἰσραὴλ εἰς δόξασμα.