Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐγὼ ἤγειρα αὐτὸν μετὰ δικαιοσύνης βασιλέα, καὶ πᾶσαι αἱ ὁδοὶ αὐτοῦ εὐθεῖαι· οὗτος οἰκοδομήσει τὴν πόλιν μου, καὶ τὴν αἰχμαλωσίαν τοῦ λαοῦ μου ἐπιστρέψει, οὐ μετὰ λύτρων οὐδὲ μετὰ δώρων, εἶπεν Κύριος σαβαώθ.

Οὕτως λέγει Κύριρς σαβαώθ Ἐκοπίασεν Αἴγυπτος, καὶ ἐμπορία Αἰθιόπων, καὶ οἱ Σαβαεὶμ ἄνδρες ὑψηλοὶ ἐπὶ σὲ διαβήσονται, καὶ σοὶ ἔσονται δοῦλοι καὶ ὀπίσω σου ἀκολουθήσουσιν δεδεμένοι χειροπέδαις, καὶ διαβήσονται πρὸς σὲ καὶ προσκυνήσουσίν σοι, καὶ ἐν σοὶ προσεύξονται· ὅτι ἐν σοὶ ὁ θεός ἐστιν καὶ οὐκ ἔστιν θεὸς πλὴν σοῦ.

σὺ γὰρ εἶ θεός, καὶ οὐκ ᾔδειμεν, ὁ θεὸς τοῦ Ἰσραήλ.

αἰσχυνθήσονται καὶ ἐντραπήσονται πάντες οἱ ἀντικείμενοι αὐτῷ, καὶ πορεύσονται ἐν αἰσχύνῃ. ἐγκαινίζεσθε πρὸς μέ, νῆσοι.

Ἰσραὴλ σώζεται ὑπὸ Κυρίου σωτηρίαν αἰώνιον οὐκ αἰσχυνθήσονται οὐδέ μὴ ἐντραπῶσιν ἕως τοῦ αἰῶνος.

Οὕτως λέγει Κύριος ὁ ποιήσας τὸν οὐρανόν, οὗτος ὁ θεὸς ὁ καταδείξας τὴν γῆν καὶ ποιήσας αὐτήν, αὐτὸς διώρισεν αὐτήν, οὐκ εἰς κενὸν ἐποίησεν, ἀλλὰ κατοικεῖσθαι ἔπλασεν αὐτὴν, Ἐγώ εἰμι, καὶ οὐκ ἔστιν ἔτι

οὐκ ἐν κρυφῇ λελάληκα οὐδὲ ἐν τόπῳ γῆς σκοτεινῷ· οὐκ εἶπα τῷ σπέρματι Ἰακώβ Μάταιον ζητήσατε· ἐγώ εἰμι ἐγώ εἰμι Κύριος ὁ λαλῶν δικαιοσύνην καὶ ἀναγγέλλων ἀλήθειαν.

συνάχθητε καὶ ἥκετε, βουλεύσασθε ἅμα, οἱ σωζόμενοι ἀπὸ τῶν [*](U+05D0AQ)[*](11 των υιων...εργων] θ΄ των υιων μου ӄ περι της εργασιας Qmg | μου 1°] + και περι των θυγατερων μου U+05D0AQ om και περι των εργων των χ. μου Q 12 πασιν U+05D0 | αστρος U+05D0* (-προις U+05D0c) 13 om βασιλεα U+05D0c.b AQ (hab sub ?? Qmg) | om και 1° U+05D0* (hab U+05D0c.a, c.ᵇ) | ουτος] αυτος A 14 Εγυπτος U+05D0* (Αιγ. U+05D0c.a, c.b) | Εθιοπων U+05D0* (Αιθ. U+05D0c.a, c.ᵇ) | και οι Σαβ. ανδρες υ(ψη|λοι adnot ου κ΄ π΄ εβρ΄ Bᵃ (non inst Bᵇ) | Σαβαειμ (-ειν U+05D0*)] Σεβωειμ (-ειν U+05D0c.a, c.b Q*) A Σαβωειν : οι γ΄ Σαβαειμ Qmᵍ | ακολουθησωσιν U+05D0 | om και διαβησονται προς σε U+05D0AQ (θ΄ ?? ӄ διαβησονται προς σε Qᵃ ᵐᵍ | om και 8° U+05D0? (postea revoc) + ερουσιν AQ | θεος 2°] pr ο A 15 ουκ ηδειμεν] θ΄ σ΄ κρυφαιος α΄ αποκρυπτομενος Qmᵍ | ο θεος] improb ο U+05D0c.b | Ισραηλ] + σωτηρ U+05D0AQ 16 αισχυνθησονται] pr ιδου Q pr και [ιδου] Qmg [παντες] pr ?? Q [ ενκενι- ζεσθε U+05D0* ενκαιν. U+05D0c.b) εγκαν. A* (εγκαιν. Aᵃ?) 18 om ο θεος U+05D0? (postea revoc) | εποιησεν] + αυτην Bᵃᵇ U+05D0AQ | om επλασεν αυτην U+05D0AQ* (hab sub ?? Qᵐᵍ) | ειμι] + κς Qᵐᵍ 19 γης] ex γ fec τ U+05D0? | σκοτινω U+05D0A* Q* (-τειν. Aᵃ?Qᵃ) | ειπα] ειπον Q | ζητησατε] ζησατε B | εγω ειμι Κυριος ο] adnot ου κ΄ π΄ εβρ΄ Bᵃ | om εγω ειμι (2°) U+05D0? (postea revoc) om Κυριος A ο λαιων] om ο AQ | αληθιαν U+05D0 20 ηκετε] ε 1° sup ras (fort propt vit membr) B? των εθνων] ω 1° sup ras Bᵃ)

187
ἐθνῶν. οὐκ ἔγνωσαν οἱ αἴροντες τὸ ξύλον γλύμμα αὐτῶν, καὶ προσευχόμενοι [*](B) πρὸς θεοὺς οἳ οὐ σώζουσιν.

εἰ ἀναγγελοῦσιν, ἐγγισάτωσαν, ἵνα γνῶσιν ἅμα τίς ἀκουστὰ ἐποίησεν ταῦτα ἀπʼ ἀρχῆς· τότε ἀνηγγέλη ὑμῖν Ἐγὼ ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος πλὴν ἐμοῦ, δίκαιος καὶ σωτήρ, οὐκ ἔστιν παρέξ ἐμοῦ.

ἐπιστράφητε ἐπʼ ἐμέ καὶ σωθήσεσθε, οἱ ἀπʼ ἐσχάτου τῆς γῆς· ἐγώ εἰμι ὁ θεός, καὶ οὐκ ἔστιν ἄλλος.

κατʼ ἐμαυτοῦ ὀμνύω, εἰ μὴ ἐξελεύσεται ἐκ τοῦ στόματός μου δικαιοσύνη, οἱ λόγοι μου οὐκ ἀποστραφήσονται, ὅτι ἐμοὶ κάμψει πᾶν γόνυ, καὶ ὀμεῖται πᾶσα γλῶσσα τὸν θεόν,

λέγων Δικαιοσύνη καὶ δόξα πρὸς αὐτὸν ἤξει, καὶ αἰσχυνθήσονται πάντες οἱ διορίζοντες αὐτούς

ἀπὸ Κυρίου δικαιωθήσονται, καὶ ἐν τῷ θεῷ ἐνδοξασθήσεται πᾶν τὸ σπέρμα τῶν υἱῶν Ἰσραήλ.