Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

τίς ἕτερος διασκεδάσει σημεῖα ἐνγαστριμύθων καὶ μαντείας ἀπὸ καρδίας, ἀποστρέφων φρονίμους εἰς τὰ ὀπίσω καὶ τὴν βουλὴν αὐτῶν μωρεύων,

καὶ ἱστῶν ῥήματα παιδὸς αὐτοῦ, καὶ τὴν βουλὴν τῶν ἀγγέλων αὐτοῦ ἀληθεύων; ὁ λέγων Ἰερουσαλήμ Κατοικηθήσῃ, καὶ ταῖς πόλεσιν τῆς Ἰδουμαίας Οἰκοδομηθήσεσθε, [*](§ Z) καὶ τὰ ἔρημα αὐτῆς ἀνατελεῖ·

ὁ λέγων τῇ ἀβύσσῳ Ἐρημωθήσῃ, καὶ τοὺς ποταμούς σου ξηρανῶ·

ὁ λέγων Κύρῳ φρονεῖν, καὶ Πάντα τὰ θελήματά μου ποιήσει· ὁ λέγων Ἰερουσαλήμ Οἰκοδομηθήσῃ, [*](¶ Z) καὶ τὸν οἶκον τὸν ἅγιόν μου θεμελιώσω ¶.

[*](U+05D0AQZΓ)[*](17 εποιησεν] ηργασαντο Q* vid ειργ. Qᵃ (εποιησεν Qmg) | om εις A | προσ- κυνει] + αυτω U+05D0AQΓ | προσ|ευχ. Q* | προ|σευχ. Qᵃ | προς αυτο] προς αυτονU+05D0 om AQ | εξελουμαι B* U+05D0AQ* Γ (εξελου με BᵃᵇQᵃ) 18 φρονησοι] incep φρω U+05D0* vid (φρον. U+05D0¹) | απημαρωθησαν U+05D0* (απημαυρ. U+05D0c) 19 τη ψυχη] pr η καρδια (τη κ. U+05D0c. vel fam antea) AQΓ) ουδε (ουδ U+05D0* Γ ουδε U+05D0c.a, c.b) ανελογισατο (+ εν U+05D0c.ᵇA) U+05D0AQΓ | ουδε) ουδ U+05D0* (ουδε U+05D0c.a) Γ | θρακων B* (ανθρ. Bᵃᵇ) | κρεας U+05D0AQΓ | προσκυνησουσιν U+05D0 20 γνωθι] γνωτὲ U+05D0A 21 οτι] ο U+05D0* (οτι U+05D0c.a, c.b) | om συ 2° Q 22 αφηλιψα U+05D0* (απηλ. U+05D0c.a, c.b) | om ως 2 Q* (hab Q¹ᵐᵍ) | επιστραφηθι Bᵃᵇ 23 τα θεμελια] om τα AQ* (hab Qᵐᵍ) Γ | ελυτρωσατο] ηλεησεν A 24 λυτρωμενος A | πλασσων] ο πλασας U+05D0 ο πλασσων Q | παντα] ταυτα A 25 διεσκεδασεν A | εγγαστριμυθων BᵃᵇAQ | μαντιας U+05D0AQ* (-τειας Qᵃ) Γ 26 παιδων A | πολεσι Q | Ιδου- μαιας] Ιουδαιας U+05D0 (-δεας) AQΓ | ανατελει] αναστησω Z)
185

Οὕτως λέγει Κύριος ὁ θεὸς τῷ § χριστῷ μου Κύρῳ, οὗ ἐκράτησα [*](B § Z) τῆς δεξιᾶς ἐπακοῦσαι ἔμπροσθεν αὐτοῦ ἔθνη, καὶ ἰσχὺν βασιλέων διαρρήξω, ἀνοίξω ἔμπροσθεν αὐτοῦ θύρας, καὶ πόλεις οὐ συνκλεισθήσονται

[*](¶ Z)

Ἐγὼ ἔμπροσθέν σου πορεύσομαι καὶ ὄρη ὁμαλιῶ, θύρας χαλκᾶς συντρίψω καὶ μοχλοὺς σιδηροῦς συνκλάσω,

καὶ δώσω σοι θησαυροὺς σκοτινοὺς ἀποκρύφους, ἀοράτους ἀνοίξω σοι, ἵνα γνῷς ὅτι ἐγὼ Κύριος ὁ θεὸς ὁ καλῶν τὸ ὄνομά σου, θεὸς Ἰσραήλ.

ἕνεκεν τοῦ παιδός μου Ἰακὼβ καὶ Ἰσραὴλ τοῦ ἐκλεκτοῦ μου ἐγὼ καλέσω σε τῷ ὀνόματί μου καὶ προσδέξομαί σε· σὺ δὲ οὐκ ἔγνως με.

ὅτι ἐγὼ Κύριος ὁ θεός, καὶ οὐκ ἔστιν ἔτι πλὴν ἐμοῦ· ἐνίσχυσά σε, καὶ οὐκ ᾔδεις με,

ἵνα γνῶσιν οἱ ἀπʼ ἀνατολῶν ἡλίου καὶ οἱ ἀπὸ δυσμῶν ὅτι οὐκ ἔστιν πλὴν ἐμοῦ. ἐγὼ Κύριος ὁ θεός, καὶ οὐκ ἔστιν ἔτι,

ἐγὼ ὁ κατασκευάσας φῶς καὶ ποιήσας σκότος, ὁ ποιῶν εἰρήνην καὶ κτίζων κακά· ἐγὼ Κύριος ὁ θεὸς ὁ ποιῶν πάντα ταῦτα.

εὐφρανθήτω ὁ οὐρανὸς ἄνωθεν, καὶ αἱ νεφέλαι ῥανάτωσαν δικαιοσύνην ἀνατειλάτω ἡ γῆ καὶ βλαστησάτω ἔλεος, καὶ δικαιοσύνην ἀναγγειλάτω ἄμα· ἐγώ εἰμι Κύριος ὁ κτίσας σε.

Ποῖον βέλτιον κατεσκεύασα ὡς πηλὸν κεραμέως ; μὴ ὁ ἀροτριῶν ἀροτριάσει τὴν γῆν ὅλην τὴν ἡμέραν ; μὴ ἐρεῖ ὁ πηλὸς τῷ κεραμεῖ Τί ποιεῖς, ὅτι οὐκ ἐργάζῃ οὐδέ ἔχεις χεῖρας ;

μὴ ἀποκριθήσεται τὸ πλάσμα πρὸς τὸν πλάσαντα αὐτό ; ὁ λέγων τῷ πατρί Τί γεννήσεις καὶ τῇ μητρί Τί ὠδίνεις¶ ;