Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

οὕτως λέγει Κύριος ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον,

ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν· ἀλλὰ κοιμηθήσονται καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον

Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε· ¹9ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά. καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς·

εὐλογήσουσί με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν,

λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι

οὐ νῦν ἐκάλεσά σε, Ἰακώβ, οὐδὲ κοπιᾶσαί σε ἐποίησα, Ἰσραήλ·

οὐκ ἐμοὶ πρόβατά σου τῆς ὁλοκαρπώσεώς σου, οὐδὲ ἐν ταῖς θυσίαις σου ἐδόξασάς με, οὐδὲ ἔνκοπον ἐποίησά σε ἐν λιβάνῳ,

οὐδὲ ἐκτήσω μοι ἀργυρίου θυσίασμα, οὐδὲ τὸ στέαρ τῶν θυσιῶν σου ἐπεθύμησα, ἀλλὰ ἐν ταῖς ἁμαρτίαις σου προέστης μου καὶ ἐν ταῖς ἀδικίαις σου.

ἐγώ εἰμι ἐγώ [*](11 εσιν U+05D0* (εστιν U+05D0c.a: item 13) 12 ανηγγειλα] απηγγειλα pr οι γ΄ U+05D0AQΓ εγω Qmg | om ωνειδισα Γ | ημιν] υμιν U+05D0AQΓ και εγω] καγω μαρτυς λεγει AQ 13 ο εκ] om ο U+05D0* (hab U+05D0c. ᵃ) 14 om ο θεος Γ | παντας φευγοντας (φευοντ. U+05D0* φευγονταις U+05D0c.a) U+05D0A (γ in φευγ. sup ras Aᵃ) QΓ | Χαλδεοι U+05D0 | πλοιοις (πλιοις U+05D0*)] κλοιοις U+05D0c.aA εν ναυσιν Qᵐᵍ 16 ουτως] pr οι γ΄ ?? οτι Qᵐᵍ | οδον εν θαλασση U+05D0AQΓ 17 εξαγαγων] εξαγων A | αλλα] αλλ BabU+05D0 | κοιμηθησονται] εκοιμηθησαν Bᵃᵇ U+05D0AQΓ | εσβεσμενων U+05D01 18 om μη 1° A | τα αρχαια και τα πρωτα Γ 19 ιδου] pr οι γ΄ ?? οτι Qmg | εγω ποιω] om εγω U+05D0c.b (postea revoc) AΓ ποιω εγω Q | ανατελει] ανατελω U+05D0* (-τελει U+05D0c.a, c.b) | om αυτα U+05D0c.b (postea revoc) | τη ανυδρω] γη αν. 20 ευ- λογησουσι (-σει B* -σιν Γ)] ευλογησι U+05D0* -σει U+05D0c.bAQ pr και τα θηρια] pr παντα Γ | σειρηνες (σιρ. Q* σειρ. Qᵃ)] θ΄ θεννι Qmg | θυγ. στρουθων] α΄ στρου- θοκαμηλοι Qmg | εν 2°] pr εν γη διψωσση (σ 2° postea ras) U+05D0* (improb rurs restit U+05D0?) | ποτισαι] ποτιω A 21 λαον] pr τον Q 22 ου νυν εκαλεσα σε] α΄θ΄ ӄ ουκ εμε εκαλεσας Qmg | ουδε] ου A 23 ουκ] + οι γ΄ ?? ηνεγκας Qmg | om σου 1° U+05D0AQΓ | με] + ουδε εδουλευσας μοι (om μοι AΓ) εν ταις θυσιαις σου U+05D0c.a AΓ + ουκ εδουλωσα σε εν θυσιαις ; θ΄σ΄ ου κατεδουλωσαμην σε α΄ ομοιως τοις ο΄ Qmg | εγκοπον BᵃᵇU+05D0AQΓ | σε] ε A* (σ superscr A¹) 24 εκτησε Γ | εν θυσιασμα] θυμιαμα U+05D0AQ | το στεαρ] om το U+05D0* (hab U+05D0c.ᵇ) AΓ | επιθυμησα Γ | εν ταις αμ. σου] ita α΄σ΄θ΄ Qmg | om προεστης μου U+05D0AQΓ σ΄α΄ εκοπωσας με θ΄ εγκοπον εποιησας με Qmg | σου 3°] + προεστην σου U+05D0AQa (?Γ) + προεστης μου Q* (?Γ))

182
[*](B) εἰμι ὁ ἐξαλείφων τὰς ἀνομίας σου ἕνεκεν ἐμοῦ, καὶ τὰς ἁμαρτίας σου, καὶ οὐ μνησθήσομαι.

σὺ δὲ μνήσθητι καὶ κριθῶμεν λέγε σὺ τὰς ἀνομίας σου πρῶτος, ἵνα δικαιωθῇς.

οἱ πατέρες ὑμῶν πρῶτοι καὶ οἱ ἄρχοντες ὑμῶν ἠνόμησαν εἰς ἐμέ,

καὶ ἐμίαναν οἱ ἄρχοντες τὰ ἅγιά μου· καὶ ἔδωκα ἀπολέσαι Ἰακώβ, καὶ Ἰσραὴλ εἰς ὀνειδισμόν.

νῦν δὲ ἄκουσον, Ἰακὼβ ὁ παῖς μου, καὶ Ἰσραὴλ ὃν ἐξελεξάμην,

οὕτως λέγει Κύριος ὁ θεὸς ὁ ποιήσας σε, καὶ ὁ πλάσας σε ἐκ κοιλίας Ἔτι βοηθηθήσῃ· μὴ φοβοῦ, παῖς μου Ἰακώβ, καὶ ὁ ἠγαπημένος Ἰσραὴλ ὃν ἐξελεξάμην.

ὅτι ἐγὼ δώσω ὕδωρ ἐν δίψει τοῖς πορευομένοις ἐν ἀνύδρῳ, ἐπιθήσω τὸ πνεῦμά μου ἐπὶ τὸ σπέρμα σου, καὶ τὰς εὐλογίας μου ἐπὶ τὰ τέκνα σου,

καὶ ἀνατελοῦσιν ὡς ἀνὰ μέσον ὕδατος χόρτος, καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ.

οὗτος ἐρεῖ Τοῦ θεοῦ εἰμι, καὶ οὗτος βοήσεται ἐπὶ τῷ ὀνόματι Ἰακώβ, καὶ ἕτερος ἐπιγράψει χειρὶ αὐτοῦ Τοῦ θεοῦ εἰμι· ἐπὶ τῷ ὀνόματι Ἰσραὴλ καὶ βοήσεται.

Οὕτως λέγει ὁ βασιλεὺς Ἰσραὴλ καὶ ῥυσάμενος αὐτόν, θεὸς σαβαώθ Ἐγὼ πρῶτος καὶ ἐγὼ μετὰ ταῦτα, πλὴν ἐμοῦ οὐκ ἔστιν θεός.

τίς ὥσπερ ἐγώ ; στήτω καὶ καλεσάτω καὶ ἀναγγειλάτω, καὶ ἑτοιμασάτω μοι ἀφʼ οὗ ἐποίησα ἄνθρωπον εἰς τὸν αἰῶνα, καὶ τὰ ἐπερχόμενα πρὸ τοῦ ἐλθεῖν ἀναγγειλάτωσαν ὑμῖν.

μὴ παρακαλύπτεσθε μηδὲ πλανᾶσθε· οὐκ ἀπʼ ἀρχῆς ἠνωτίσασθε, καὶ ἀπήγγειλα ὑμῖν μάρτυρες ὑμεῖς ἐστε· εἰ ἔστιν θεὸς πλὴν ἐμοῦ ; καὶ οὐκ ἤκουσαν τότε.