Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Καὶ νῦν οὕτως λέγει Κύριος ὁ θεός, ὁ ποιήσας σε Ἰακώβ, καὶ ὁ πλάσας σε Ἰσραὴλ Μὴ φοβοῦ, ὅτι ἐλυτρωσάμην σε ἐκάλεσά σε τὸ ὄνομά σου, ἐμὸς εἶ σύ.

καὶ ἐὰν διαβαίνῃς δι᾿ ὕδατος, μετὰ σοῦ εἰμι. καὶ ποταμοὶ οὐ συνκλύσουσίν σε καὶ ἐὰν διέλθῃς διὰ πυρός, οὐ μὴ κατακαυθῇς, φλὸξ οὐ κατακαύσει σε.

ὅτι ἐγὼ Κύριος ὁ θεός σου, ὁ ἅγιος Ἰσραήλ, ὁ σώζων σε· ἐποίησά σου ἄλλαγμα Αἴγυπτον καὶ Αἰθιοπίαν, καὶ Σοήνην ὑπέρ σοῦ.

ἀφʼ οὖ ἔντιμος ἐγένου ἐναντίον ἐμοῦ, ἐδοξάσθης καὶ ἐγώ σε ἠγάπησα, καὶ δώσω ἀνθρώπους ὑπέρ σοῦ καὶ ἄρχοντας ὑπέρ τῆς κεφαλῆς σου.

μὴ φοβοῦ, ὅτι μετὰ σοῦ εἰμι· ἀπὸ ἀνατολῶν ἄξω τὸ σπέρμα σου, καὶ ἀπὸ δυσμῶν συνάξω σε.

ἐρῶ τῷ βορρᾷ Ἄγε, καὶ τῷ λιβί Μὴ κώλυε· ἄγε τοὺς υἱούς μου ἀπὸ γῆς πόρρωθεν, καὶ τὰς θυγατέρας μου ἀπʼ ἄκρων τῆς γῆς,

πάντας ὅσοι ἐπικέκληνται τῷ ὀνόματί μου. ἐν γὰρ τῇ δόξῃ μου κατεσκεύασα αὐτὸν καὶ ἔπλασα αὐτὸν καὶ ἐποίησα αὐτόν,

καὶ ἐξήγαγον λαὸν τυφλόν, καὶ ὀφθαλμοί εἰσιν ὡσαύτως τυφλοί, καὶ κωφοὶ τὰ ὦτα ἔχοντες.

πάντα τὰ ἔθνη συνήχθησαν ἅμα, καὶ συναχθήσονται ἄρχοντες ἐξ αὐτῶν· τίς ἀναγγελεῖ ταῦτα ; ἢ τὰ ἐξ ἀρχῆς τίς ἀναγγελεῖ ὑμῖν ; ἀγαγέτωσαν τοὺς μάρτυρας αὐτῶν καὶ δικαιωθήτωσαν, καὶ ἀκουσάτωσαν, καὶ εἰπάτωσαν ἀληθῆ.

γένεσθέ μοι μάρτυρες, καὶ ἐγὼ μάρτυς. λέγει Κύριος ὁ θεός, καὶ ὁ παῖς ὃν ἐξελεξάμην, ἵνα γνῶτε καὶ πιστεύσητε καὶ συνῆτε ὅτι ἐγώ εἰμι· ἔμπροσθέν μου οὐκ ἐγένετο ἄλλος θεός, καὶ μετʼ ἐμὲ οὐκ ἔσται

ἐγὼ ὁ θεός, καὶ [*](U+05D0AQΓ) [*](25 αυτους 2°] pr επ U+05D0* (improb U+05D0c. ᵃ (vid) postea restit) A | και οι συμ- φλεγοντες (συνφλ. Γ)] θ΄ ӄ συνεφλογισεν αυτον Qᵐᵍ XLIII 1 om και 2° U+05D0AQ* (superscr ӄ Qᵃ) 2 διαβαινης] αναβαινης Γ | μετα σου ειμι] εγω ειμι· μετα σου U+05D0 | συνκλυσουσιν (συνκλουσιν B* σνικλυσ. U+05D0* συνκλ. U+05D0c.b)] συγκλυσουσιν BᵃᵇAQa Γ | ου μη κατακαυθης] α΄ ου καυσουσι σε σ΄ ου κατακαυ[σουσι σε] θ΄ ομοιως τοις ο΄ Qmg | φλοξ] pr ӄ U+05D0c.a | σε 2°] ε Q* (σ superscr Qᵃ) 3 σου 1°] incep σοι U+05D0* (σου U+05D0¹) | αλλαγμα] α΄ εξιλασμου Qᵐᵍ | Εθιοπιαν U+05D0* (Aιθ. U+05D0c.ᵇ) Σοηνην (ν 2° sup ras Aᵃ)] Συηνην Γ 4 εμου] μου U+05D0AQ | και εγω] καγω AQ | ανθρωπους] + πολλους U+05D0AQΓ 5 δυσμων] δυσμ sup ras Aᵃ (bis scr ανατολων A* fort) 6 ακρου U+05D0Γ 7 παντες U+05D0Γ | om αυτον 2° U+05D0c.b vid (postea restit) AQΓ 8 κωφα Q* (κωφοι Qmg) | τα ωτα] om τα A 9 σῡ|ηχθ., συν|αχθ. B* συ|νηχθ., συνα|χθ. B? | ταυτα] + αυτοις ӄ τουτο Qᵐᵍ | τις αναγγελει υμιν] θ΄σ΄ ακουτισατωσᾱ ημας Qmg | om και ακουσατωσαν U+05D0AQ | ειπατωσαν] ω sup ras B? vid | αληθη] + ӄ ακουσατωσαν U+05D0c.b A 10 γενεσθε] γινεσθε Q | και εγω] καγω AQ | om και 2° Γ | πιστευσητε] + μοι A | improb και συνητε U+05D0? (postea revoc) | ουκ) εστ. B* ου|κ ε. B? (item 11))

181
οὐκ ἔστιν παρέξ ἐμοῦ σώζων.

ἀνήγγειλα καὶ ἔσωσα, ὠνείδισα καὶ [*](B) οὐκ ἧν ἐν ἡμῖν ἀλλότριος· ὑμεῖς ἐμοὶ μάρτυρες, καὶ ἐγὼ Κύριος ὁ θεὸς

ἔτι ἀπʼ ἀρχῆς, καὶ οὐκ ἔστιν ὁ ἐκ τῶν χειρῶν μου ἐξαιρούμενος· ποιήσω, καὶ τίς ἀποστρέψει αὐτό;

Οὕτως λέγει Κύριος ὁ θεὸς ὁ λυτρούμενος ὑμᾶς, ὁ ἅγιος Ἰσραήλ Ἕνεκεν ὑμῶν ἀποστελῶ εἰς Βαβυλῶνα καὶ ἐπεγερῶ φεύγοντας πάντας, καὶ Χαλδαῖοι ἐν πλοίοις δεθήσονται.

ἐγὼ Κύριος ὁ θεὸς ὁ ἅγιος ὑμῶν, ὁ καταδείξας Ἰσραὴλ βασιλέα ὑμῶν.

οὕτως λέγει Κύριος ὁ διδοὺς ἐν θαλάσσῃ ὁδὸν καὶ ἐν ὕδατι ἰσχυρῷ τρίβον,

ὁ ἐξαγαγὼν ἅρματα καὶ ἵππον καὶ ὄχλον ἰσχυρόν· ἀλλὰ κοιμηθήσονται καὶ οὐκ ἀναστήσονται, ἐσβέσθησαν ὡς λίνον ἐσβεσμένον

Μὴ μνημονεύετε τὰ πρῶτα, καὶ τὰ ἀρχαῖα μὴ συλλογίζεσθε· ¹9ἰδοὺ ἐγὼ ποιῶ καινὰ ἃ νῦν ἀνατελεῖ, καὶ γνώσεσθε αὐτά. καὶ ποιήσω ἐν τῇ ἐρήμῳ ὁδὸν καὶ ἐν τῇ ἀνύδρῳ ποταμούς·

εὐλογήσουσί με τὰ θηρία τοῦ ἀγροῦ, σειρῆνες καὶ θυγατέρες στρουθῶν, ὅτι ἔδωκα ἐν τῇ ἐρήμῳ ὕδωρ καὶ ποταμοὺς ἐν τῇ ἀνύδρῳ, ποτίσαι τὸ γένος μου τὸ ἐκλεκτόν,

λαόν μου ὃν περιεποιησάμην τὰς ἀρετάς μου διηγεῖσθαι