Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἐγὼ Κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ, καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε, καὶ ἔδωκά σε εἰς διαθήκην γένους,

ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει

ἐγὼ Κύριος ὁ θεός, τοῦτό μού ἐστιν τὸ ὄνομα, τὴν δόξαν μου ἑτέρῳ οὐ δώσω, οὐδὲ τὰς ἀρετάς μου τοῖς γλυπτοῖς.

τὰ ἀπʼ ἀρχῆς ἰδοὺ ἥκασιν, καὶ καινὰ ἃ ἐγὼ ἀναγγέλλω, καὶ πρὸ τοῦ ἀναγγεῖλαι ἐδηλώθη ὑμῖν.

Ὑνήσατε τῷ κυρίῳ ὕμνον καινόν· ἡ ἀρχὴ αὐτοῦ, δοξάζετε τὸ ὄνομα αὐτοῦ ἀπʼ ἄκρου τῆς γῆς, οἱ καταβαίνοντες εἰς τὴν θάλασσαν καὶ πλέοντες αὐτὴν, αἱ νῆσοι καὶ οἱ κατοικοῦντες αὐτάς.