Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ εἶπεν Ῥαβσάκης πρὸς αὐτούς Μὴ πρὸς τὸν κύριον ὑμῶν ἢ πρὸς ὑμᾶς ἀπέσταλκέν με ὁ κύριός μου λαλῆσαι τοὺς λόγους τούτους; οὐχὶ πρὸς τοὺς ἀνθρώπους τοὺς καθημένους ἐπὶ τῷ τείχει, ἵνα φάγωσιν κόπρον καὶ πίωσιν οὖρον μεθʼ ὑμῶν ἅμα;

καὶ ἔστη Ῥαψάκης καὶ ἀνεβόησεν φωνῇ μεγάλῃ Ἰουδαιστὶ καὶ εἶπεν Ἀκούσατε τοὺς λόγους τοῦ βασιλέως τοῦ μεγάλου βασιλέως Ἀσσυρίων

Τάδε λέγει ὁ βασιλεύς Μὴ ἀπατάτω ὑμᾶς Ἑζεκίας λόγοις, οὐ μὴ δύνηται ῥύσασθαι ὑμᾶς·

καὶ μὴ λεγέτω ὑμῖν Ἑζεκίας ὅτι Ῥύσεται ὑμᾶς ὁ θεός, καὶ οὐ μὴ παραδοθῇ ἡ πόλις αὕτη ἐν χειρὶ βασιλέως Ἀσσυρίων·

μὴ ἀκούετε Ἑζεκίου τάδε λέγει ὁ βασιλεὺς Ἀσσυρίων Εἰ βούλεσθε εὐλογηθῆναι, ἐκπορεύεσθε πρὸς μέ, καὶ φάγεσθε ἕκαστος τὴν ἄμπελον αὐτοῦ καὶ τὰς συκᾶς, καὶ πίεσθε ὕδωρ τοῦ χαλκοῦ ὑμῶν,

ἕως ἂν ἔλθω καὶ λάβω ὑμᾶς εἰς γῆν ὡς ἡ γῆ ὑμῶν, γῆ σίτου καὶ οἴνου καὶ ἄρτων §καὶ ἀμπελώνων.

μὴ ἀπατάτω ὑμᾶς [*](§ O) [*](10 πολεμησαι] πολεμησει (-σε U+05D0* txt -σι U+05D0* comm) U+05D0c.b | om Κυριος ειπεν U+05D0AOQΓ ...αυτην A (in fin col) Q totum loc asteriscis adfec U+05D0c.b οι γ΄ ?? κς ειπε ...αυτην Qmg επι την γην...αυτην] και καταφθιρον (-φθειρ. U+05D0c.b) την γην ταυτην U+05D0 και καταφθιρον αυτην Γ 11 Ελιακειμ] + ο του Χελκιου U+05D0ᵐᵍ [ ο U+05D0¹, τ. X. U+05D01? a.b? (improb U+05D0 c.ᵇ) Γ | και 2⁰] pr ο οικονομος U+05D0* (im- prob U+05D0c.b) Γ | Σομνας (Σοβν. Qmg)] + ο γραμματευς U+05D0AΓ | om και Ιωας U+05D0* Γ και Ιωαχ U+05D0c.ᵇAQ | λαλησον] + α΄θ΄σ΄ ?? δη Qmg | τους παιδας] pr ημας Γ | Συριστει A | om γαρ Q* (hab Q¹ᵐᵍ) λαλει] λαλη Γ | Ιουδαιστει Q* | τ. ανθρωπων] τ. ανδρων A sub Q | επι τω τειχει] pr των U+05D0Q*Γ br των καθημενων A pr [των] εστηκοτων (εστ. sub ??) Qmg 12 Ραβσακης προς αυτους] Ραψ. προς αυτ. U+05D0Q* (Ραβσ. Qmᵍ) Γ προς αυτους Ραψ. A | ημας B* (υμ. Bᵃᵇ) | om λαλησαι τους λογους τουτους U+05D0c.b ⁽ᵛⁱᵈ) (idem fort postea ras uncos) Q* (hab Qᵐᵍ) Γ | ανθρωπους] ανδρας A | τειχει] incep τιχη U+05D0* (im- prob η U+05D0¹ᵛⁱᵈ) κοπρον] α΄σ΄θ΄ ?? την [κ.] αυτων Qmg ουρον (- ραν U+05D0* -ρον c)] + α΄σ΄θ΄ ?? αυτω Qmg μεθ υμων] μεθυων U+05D0*ᵛiᵈ 13 Ραβσακης Qmg | ανεβοησεν] εβοησεν U+05D0AQΓ Ιουδαιστι] pr η Γ | om και ειπεν U+05D0Γᵛⁱᵈ | ακουσατε] + ?? δη Qmg | του βασ.] bis scr B* (non inst 2⁰ Bᵇ) τους β. U+05D0* + Ασσυριων U+05D0* (om U+05D0c) | om βασιλεως Ασσυριων U+05D0* (hab U+05D0c) 14 ταδε λεγει ο βασιλευς unc incl U+05D0c.ᵇ om ο βασ. Γ | υμας απατατω A | ου μη δυνηται] οι ου δυνησονται U+05D0Q (λ. οι sub ??) Γ οι ου μη δυνησονται A 15 κ μη λεγετω sup ras U+05D0¹ | ρυσεται] pr ?? κς Qᵐᵍ 16 ταδε] pr οτι U+05D0 | υδωρ] υ sup ras Aᵃ | του χαλκου] του λακκου U+05D0AQ εκ του λ. Γ 17 αν] εαν Q* (αν Qᵃ) | οινου] + ?? γην Qmg 18 μη] η Ovid | υμας απατατω U+05D0AOQΓ)

166
[*](B) Ἑζεκίας λέγων Ὁ θεὸς ῥύσεται ὑμᾶς. μὴ ἐρρύσαντο οἱ θεοὶ τῶν ἐθνῶν ἕκαστος τὴν ἑαυτοῦ χώραν ἐκ χειρὸς βασιλέως Ἀσσυρίων;

ποῦ ἐστιν ὁ θεὸς Ἑμὰθ καὶ Ἀρφάθ; καὶ ποῦ ὁ θεὸς τῆς πόλεως Ἐπφαρουαίμ; μὴ ἐδύναντο ῥύσασθαι Σαμάρειαν ἐκ χειρός μου;

τίς τῶν θεῶν πάντων τῶν ἐθνῶν τούτων ὅστις ἐρρύσατο τὴν γῆν αὐτοῦ ἐκ χειρός μου, ὅτι ῥύσεται ὁ θεὸς τὴν Ἰερουσαλὴμ ἐκ χειρός μου;

καὶ ἐσιώπησαν, καὶ οὐδεὶς ἀπεκρίθη αὐτῷ λόγον, διὰ τὸ προστάξαι τὸν βασιλέα μηδένα ἀποκριθῆναι.

καὶ εἰσῆλθεν Ἐλιακεὶμ ὁ τοῦ Χελκίου ὁ οἰκονόμος καὶ Σόμνας ὁ γραμματεὺς τῆς δυνάμεως καὶ Ἰωὰχ ὁ τοῦ Ἀσὰφ ὁ ὑπομνηματογράφος πρὸς Ἑζεκίαν ἐσχισμένοι τοὺς χιτῶνας, καὶ ἀνήγγειλαν αὐτῷ τοὺς λόγους Ῥαβσάκου.

Καὶ ἐγένετο ἐν τῷ ἀκοῦσαι τὸν βασιλέα Ἑζεκίαν, ἔσχισεν τὰ ἱμάτια καὶ περιεβάλετο σάκκον, καὶ ἀνέβη εἰς τὸν οἶκον Κυρίου.

καὶ ἀπέστειλεν Ἐλιακεὶμ τὸν οἰκονόμον καὶ Σόμναν τὸν γραμματέα καὶ τοὺς πρεσβυτέρους τῶν ἱερέων περιβεβλημένους σάκκους πρὸς Ἠσαίον υἱὸν Ἀμὼς τὸν προφήτην·