Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ στραφήσονται αὐτῆς αἱ φάραγγες εἰς πίσσαν, καὶ ἡ γῆ αὐτῆς εἰς θεῖον· καὶ ἔσται ἡ γῆ αὐτῆς ὡς πίσσα καιομένη

νυκτὸς καὶ ἡμέρας, καὶ οὐ σβεσθήσεται εἰς τὸν αἰῶνα χρόνον, καὶ ἀναβήσεται ὁ καπνὸς αὐτῆς ἄνω, εἰς γενεὰς αὐτῆς ἐρημωθήσεται, καὶ εἰς χρόνον πολύν.

ὄρνεα καὶ ἐχῖνοι καὶ εἴβεις καὶ κόρακες κατοικήσουσιν ἐν αὐτῇ· καὶ ἐπιβληθήσεται ἐπʼ αὐτὴν σπαρτίον γεωμετρίας ἐρήμου, καὶ ὀνοκένταυροι οἰκήσουσιν ἐν αὐτῇ.

οἱ ἄρχοντες αὐτῆς οὐκ ἔσονται· οἱ γὰρ βασιλεῖς καὶ οἱ μεγιστᾶνες αὐτῆς ἔσονται εἰς ἀπώλειαν.