Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

καὶ τὰ βύσσινα καὶ τὰ ὑακίνθινα καὶ κόκκινα, καὶ τὴν βύσσον, σὺν χρυσῷ καὶ ὑακίνθῳ συνκαθυφασμένα, καὶ θέριστρα κατάκλιτα.

καὶ ἔσται ἀντὶ ὀσμῆς ἡδείας κονιορτός, καὶ ἀντὶ ζώνης σχοινίῳ ζώσῃ, καὶ ἀντὶ τοῦ κόσμου τῆς κεφαλῆς τοῦ χρυσίου φαλάκρωμα ἕξεις διὰ τὰ ἔργα σου, καὶ ἀντὶ τοῦ χιτῶνος τοῦ μεσοπορφύρου περιζώσῃ σάκκον.

καὶ ὁ υἱός σου ὁ κάλλιστος ὃν ἀγαπᾷς μαχαίρᾳ πεσεῖται, καὶ οἱ ἰσχύοντες ὑμῶν μαχαίρᾳ πεσοῦνται καὶ ταπεινωθήσονται·

καὶ πενθήσουσιν αἱ θῆκαι τοῦ κόσμου ὑμῶν, καὶ καταλειφθήσῃ μόνη καὶ εἰς τὴν γῆν ἐδαφισθήσῃ.

καὶ ἐπιλήμψονται ἑπτὰ γυναῖκες ἀνθρώπου ἑνὸς λέγουσαι Τὸν ἄρτον ἡμῶν φαγόμεθα, καὶ τὰ ἱμάτια ἡμῶν περιβαλούμεθα· πλὴν τὸ ὄνομα τὸ σὸν κεκλήσθω ἐφʼ ἡμᾶς, ἄφελε τὸν ὀνειδισμὸν ἡμῶν.

Τῇ δέ ἡμέρᾳ ἐκείνῃ ἐπιλάμψει ὁ θεὸς ἐν βουλῇ μετὰ δόξης ἐπὶ τῆς γῆς, τοῦ ὑψῶσαι καὶ δοξάσαι τὸ καταλειφθὲν τοῦ Ἰσραήλ·

καὶ ἔσται τὸ ὑπολειφθὲν ἐν Σειὼν καὶ τὸ καταλειφθέν ἐν Ἰερουσαλήμ, ἅγιοι κληθήσονται πάντες οἱ γραφέντες εἰς ζωὴν ἐν Ἰερουσαλήμ.

ὅτι ἐκπλυνεῖ Κύριος τὸν ῥύπον τῶν υἱῶν καὶ τῶν θυγατέρων Σειών, καὶ τὸ αἷμα ἐκκαθαριεῖ ἐκ μέσου αὐτῶν ἐν πνεύματι κρίσεως καὶ πνεύματι καύσεως.

καὶ ἥξει, καὶ ἔσται πᾶς τόπος τοῦ ὄρους Σειὼν καὶ πάντα τὰ περικύκλῳ αὐτῆς σκιάσει νεφέλη ἡμέρας, καὶ ὡς καπνοῦ καὶ φωτὸς πυρὸς καιομένου νυκτός, καὶ πάσῃ τῇ δόξῃ σκεπασθήσεται·

καὶ ἔσται εἰς σκιὰν ἀπὸ καύματος, καὶ ἐν σκέπῃ καὶ ἐν ἀποκρύφῳ ἀπὸ σκληρότητος καὶ ὑετοῦ.