Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Διὰ τοῦτο ἀκούσατε λόγον τοῦ κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἰερουσαλήμ,

ὅτι εἴπατε Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ἄδον, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθη, οὐ μὴ ἔλθῃ ἐφʼ ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα.

διὰ τοῦτο οὕτως λέγει κύριος Κύριος Ἰδοὺ ἐγὼ ἐμβάλλω εἰς τὰ θεμέλια Σειὼν λίθον πολυτελῆ ἐκλεκτὸν ἀκρογωνιαῖον ἔντιμον, εἰς τὰ θεμέλια αὐτῆς, καὶ ὁ πιστεύων οὐ μὴ καταισχυνθῇ.

και θήσω κρίσιν εἰς ἐλπίδα, ἡ δὲ ἐλεημοσύνη μου εἰς σταθμούς, καὶ οἱ πεποιθότες μάτην ψεύδει· ὅτι μὴ παρέλθῃ ὑμᾶς καταιγίς.

μὴ καὶ ἀφέλῃ ὑμῶν τὴν διαθήκην τοῦ θανάτου, καὶ ἡ ἐλπὶς ὑμῶν ἡ πρὸς τὸν ᾄδην, οὐ μὴ ἐμμείνῃ· καταιγὶς φερομένη ἐὰν ἐπέλθῃ, ἔσεσθε αὐτῇ εἰς καταπάτημα.

ὅταν παρέλθῃ, λήμψεται ὑμάς· πρωὶ πρωὶ παρελεύσεται ἡμέρας, καὶ ἐν :νυκτὶ ἔσται ἐλπὶς πονηρά. μάθετε ἀκούειν

στενοχωρούμενοι· οὐ δυνάμεθα μάχεσθαι, αὐτοὶ δὲ ἀσθενοῦμεν τοῦ ἡμᾶς συναχθῆναι.

ὥσπερ ὄρος ἀσεβῶν ἀναστήσεται Κύριος, καὶ ἔσται ἐν τῇ φάραγγι Γαβαὼν, μετὰ θυμοῖ ποιήσει τὰ ἔργα αὐτοῦ, πικρίς ἔργον· ὁ δὲ θυμὸς αὐτοῦ ἀλλοτρίως χρήσεται, καὶ ἡ σαπρία αὐτοῦ ἀλλοτρία.

καὶ ὑμεις μὴ εὐφρανθείητε, μηδέ ἰσχυσάτωσαν ὑμῶν οἱ δεσμοί διότι συντετελεσμένα καὶ συντετμημένα πράγματα ᾔκουσα παρὰ Κυρίου σαβαὼθ ἃ ποιήσει [*](12 ηθελησαν] ηθελᾶ| U+05D0 13 Κυριον] +του θῦ U+05D0AQ + θν Γ | θλιψιν] U+05D0AQΓ +?? προσδεχου προσδεχου Qmg επι 2°] επ U+05D0* επι U+05D0c.a sed statim revoc επ) AQΓ | ελπιδι] ελπιδα U+05D0* (-δι U+05D0c.a,c.b) | πορευθωσιν U+05D0AQΓ | οπισω] pr εις τα U+05D0AQΓ | σIντριββησονται και κινδυνευρουσιν] κινδυνευσωσειν (corr -σιν) συντρ. U+05D0 λινδυνεισουσι (-σωσιν Γ) και συντρ. AQΓ 14 του κυριο] om τοι Γ | om τοιου U+05D0Γ | του εν λεπ.] om του AQ Ιελμ U+05D0 15 καταιγις] pr ӄ Γ | παρελθη] επελθη Qmg εφ ημας] ημιν U+05D0c.bA 16 omI κς 2° U+05D0AQ* (hab Qmg Γ | ευβολω U+05D0AQ | Σιων ΒβU+05D0Α ΑQ | αυτης] + ?? τεθεμελιμωινον' Qmg | ο πιστανων] + επ αισω U+05D0A | ου mh καταισχυνθη (θη sup ras ρασ U+05D0c.b)] οι γ΄ ουυ σπειυσει Qmg 17 εισταθμους B*U+05D0* (εις σ τ. BabU+05D0c.a) A μη] prr ου AQΓ 18 αηφεληται Q αφελτι l ενμινη U+05D0* (ενμαν.U+05D0c.b) 19 ληφεται Q πρωι 1°] pr σ΄ ?? οτι κατα Qmg εν νυκτι] α΄θ΄ ομοιως σ΄ νικτος Qmg 20 στενοχουρ. U+05D0* (στινοχωρ. U+05D0 c.b??si c.a) δυνομεθα Β | μαχεσθαι] α 1° sup ras U+05D0¹ | ημας] υμας Ι᾿ 21 ωσπερ ορος ασεβων] α΄ ως ορει διακοπτων…θ΄σ΄ εν τω ορει των διακοπων κς Qmg | om Κυριος AQ* (hab Qmg) Γ | εγρον] εργα U+05D0* (-γον U+05D0c.a) ο δι θυμος] ο δε sup ras U+05D0?vid | σαπρια] παριαα U+05D0AQΓ 22 ισχυετωσαν Γ | οι δισμοι] | οι οφθαλμοι U+05D0* (improb U+05D0c.a) οι οφθ. Γ | διοτι συντετελ. rescr vid Β? | συντετμημενα] συντετελμημενα A συντετμενα Γ | Κυριου] pr του U+05D0* (improb U+05D0c.a) pr οι γ΄ ?? κυ Qmg | ποιησει] ποιει U+05D0)

150
[*](Β) ἐπὶ πᾶσαν τὴν γῆν.

Ἐνωτίζεσθε καὶ ἀκούετε τῆς φωνῆς μου. προσέχετε καὶ ἀκούετε τοὺς λόγους μου.

μὴ ὅλην τὴν ἡμέραν ἀροτριάσει ὁ ἀροτριῶν; ἡ σπόρον προετοιμάσει πρὶν ἐργάσασθαι τὴν γῆν;

οὐχ ὅταν ὁμαλίσῃ τὸ πρόσωπον αὐτῆς, τότε σπείρει μικρὸν μικρὸν μελάνθιον κύμινον, καὶ πάλιν σπείρει πυρόν, κριθὴν καὶ κέγχρον καὶ ζέαν ἐν τοῖς ὁρίοις σου;

καὶ παιδευθήσει κρίματι θεοῦ, καὶ εὐφρανθήσῃ.

οὐ γὰρ μετὰ σκληρότητος καθαίρεται τὸ μελάνθιον, οὐδὲ τροχὸς ἁμάξης περιάξει ἐπὶ τὸ κύμινον· ἀλλὰ ῥάβδῳ τινάσσεται τὸ μελάνθιον, τὸ δὲ κύμινον

μετὰ ἄρτου βρωθήσεται. οὐ γὰρ εἰς τὸν αἰῶνα ἐγὼ ὑμῖν ὀργισθήσομαι. οὐδὲ φωνὴ τῆς πικρίας μου καταπατήσει ὑμᾶς.

καὶ ταῦτα παρὰ Κυρίοι σαβαὼθ ἐξῆλθεν τὰ τέρατα· βουλεύσασθε, ὑψώσατε ματαίαν παράκλησιν.

Οὐαὶ Ἀριὴλ πόλις, ήν ἐπολέμησεν Δαυείδ. συναγάγετε γενήματα ἐνιαυτὸν ἐπὶ ἐνιαυτόν· φάγεσθε, φάγεσθε γὰρ σὺν Μωάβ.

ἐκθλίψω γὰρ Ἀριήλ, καὶ ἔσται αὐτῆς ἡ ἰσχὺς καὶ ὁ πλοῦτος ἐμοί.

καὶ κυκλώσω ὡς Δαυεὶδ ἐπὶ σέ, καὶ βαλῶ περὶ σέ χάρακα, καὶ θήσω περὶ σὲ πύργοις,

καὶ ταπεινωθήσονται εἰς τὴν γῆν οἱ λόγοι σου, καὶ εἰς τὴν γῆν οἱ λόγοι σου δύσονται· καὶ ἔσονται ὡς οἱ φωνοῦντες εκ τῆς γῆς ἡ φωνή σου, καὶ πρὸς τὸ ἔδαφος ἡ φωνὴ σου ἀσθενήσει.