Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

διὰ τοῦτο ἀφαιρεθήσεται ἀνομία Ἰακώβ, καὶ τοῦτό ἐστιν ἡ εὐλογία αὐτοῦ, ὅταν ἀφέλωμαι αὐτοῦ τὴν ἁμαρτίαν, ὅταν θῶσιν πάντας τοὺς λίθους τῶν βωμῶν κατακεκομμένους ὡς κονίαν λεπτὴν· καὶ οὐ μή μείνῃ τὰ δένδρα αὐτῶν, καὶ τὰ εἴδωλα αὐτῶν ἐκκεκομμένα ὥσπερ δρυμὸς μακράν.

τὸ κατοικούμενον ποίμνιον ἀνειμένον ἔσται, ὡς ποίμνιον καταλελιμμένον· καὶ ἔσται πολὺν χρόνον εἰς βόσκημα, καὶ ἐκεῖ ἀναπαύσονται.

καὶ μετὰ χρονον οὐκ ἔσται ἐν αὐτῇ πᾶν χλωρὸν διὰ τὸ ξηρανθῆναι γυναῖκες ἐρχόμεναι ἀπὸ θέας, δεῦτε· οὐ γὰρ λαός ἐστιν ἔχων σύνεσιν. διὰ τοῦτο οὐ μὴ οἰκτειρήσῃ ὁ ποιήσας αὐτούς, οὐδὲ ὁ πλάσας αὐτοὺς οὐ μὴ ἐλεήσῃ.

Καὶ ἔσται ἐν τῇ ἡμέρᾳ ἐκείνῃ συμφράξει ὁ θεὸς ἀπὸ τῆς διὼρυχος τοῦ ποταμοῦ ἕως Ῥινοκορούρων· ὑμεῖς δὲ συναγάγετε κατὰ ἕνα τοὺς υἱοὺς Ἰσραήλ.

Καὶ ἔστι ἐν τῇ ἡμέρᾳ ἐκείνῃ σαλπιοῦσιν τῇ σάλπιγγι τῇ μεγάλῃ, καὶ ἥξουσιν οἱ ἀπολόμενοι ἐν τῇ χώρᾳ τῶν Ἀσσυρίων καὶ οἱ ἀπολόμενοι ἐν Αἰγύπτῳ, καὶ προσκυνήσουσιν τῷ κυρίῳ ἐπὶ τὸ ὄρος τὸ ἄγιον Ἰερουσαλήμ.

[*](3 τειχος] pr το U+05D0AQ 4 ουκ 1°] pr και A | λαλαμην φυλασσ. U+05D0 | U+05D0AQΓ Κυριος] + ο θς U+05D0c.bAQΓ | συνεταξεν] + κς U+05D0* (improb U+05D0c.b) 5 ειρηνην | + αυτω ποιησωμεν ειρηνην (+ αυτω Qmg) U+05D0AQΓ 6 πλησθησεται] εμ- πλησθ. U+05D0AQΓ 7 ουτως 2° (-τος U+05D0* -τως U+05D0c.a,c.b)] + και Γ 8 μα χομενι incep U+05D0* (-νος U+05D01(vid)) | εξαποστελλει U+05D0* (-στελει U+05D0?) | σι] σοι U+05D0 | μελετων] pr ο U+05D0AQΓ | τω πνευματι] + σου U+05D0c.a (mox ras) | πνευματι 2°] πνα U+05D0* (+ τι U+05D0c.a postea ras) 9 ανομια] pr η U+05D0AQΓ | ε τιν U+05D0* (εστιν U+05D0c.b) | θωσιν] θω A | εκκομμενα U+05D0* (εκκεκ. U+05D0c.a) | μακραν c seqq coniung Γ 10 ποιμνιον 2°] ποιμοι incep U+05D0* (ποιμν. U+05D0¹(vid),c.b) | καταλελειμμ. Bab | και εκει] κακει Q* (και εκ. Qᵃ) 11 om και U+05D0A | χρονον] pr πολυν U+05D0 | χλορον Γ | συν εσιν B* συ|νεσιν Bᵃb | ελιησει A 12 συμφρααξει] συντα- ραξει U+05D0Γ οι γ΄ ραβδισει Qmg ο θεος] κς U+05D0AQΓ | διωρυγος U+05D0AQΓ | Ρεινοκο- ροιρων B* (Ριν. BᵇU+05D0AQΓ) | κατα ενα τους υιους Ισρ.] τους νιους Ιηλ κατα (κατ A) ενα ενα U+05D0AQΓ 13 σαλπιουσι Q | τη μεγαλη] pr εν A | απο- λομενοι 1°] απο ανατολων A | Αιγυπτω] επ incep U+05D0* vid Εγ. U+05D01 (Αιγ. U+05D0c.a,c.b) | προσκυνησωσιν A | ιερουσαλημ] pr εν U+05D0AQΓ)
148
[*](B)

Οὐαὶ τῷ στεφάνῳ τῆς ὕβρεως. οἱ μισθωται Ἐφράιμ, τὸ ἄνθος τὸ ἐκπεσὸν ἐκ τῆς δόξης ἐπὶ τῆς κορυφῆς τοῦ ὄρους τοῦ παχέος, οἰ μεθύοντες ἄνευ οἴνου.

ἰδοὺ ἰσχυρὸν καὶ σκληρὸν ὁ θυμὸς Κυρίου, ὡς χάλαζα καταφερομένη οὐκ ἔχουσα σκέπην, βίᾳ καταφερομένη· ὡς ὕδατος πολὺ πλῆθος σῦρον χώραν, τῇ γῇ ποιήσει ἀνάπαυμα· ταῖς χερσὶν

καὶ τοῖς ποσὶν καταπατηθήσεται ὁ στέφανος τῆς ὕβρεως, οἱ μισθωτοὶ Ἐφραίμ.

καὶ ἔσται τὸ ἄνθος τὸ ἐκπεσὸν τῆς ἐλπίδος τῆς ζωῆς ἐπʼ ἄκρου τοῦ ὄρους τοῦ ὑψηλοῦ ὡς πρόδρομος σύκου ὁ ἰδὼν αὐτό, πρὶν εἰς τὴν χειρα αὐτοῦ λαβειν αὐτὸ, θελήσει αὐτὸ καταπιεῖν.

τῇ ἡμέρᾳ ἐκείνῃ ἔσται Κύριος σαβαὼθ ὁ στέφανος τῆς ἐλπίδος ὁ πλεκεὶς τῆς δοξης τῷ καταλειφθέντι τοῦ λαοῦ·

καταλειφθησοντι ἐπὶ πνεύματι κρίσεως ἐπὶ κρίσιν καὶ ἰσχὺν κωλύων ἀνελεῖν.

οὗτοι γὰρ οἴνῳ πεπλημμελημένοι εἰσίν· ἐπλανήθησαν διὰ τὸ σίκερα, ἱερεὺς καὶ προφήτης ἐξέστησαν διὰ τὸ σικερα, κατεπι θησαν διὰ τὸν οἶνον, ἐσείσθησαν ἀπὸ τῆς μέθης, ἐπλανήθησαν· τοῦτ᾿ ἔστι φάσμα.

ἀρὰ ἔδεται ταύτην τὴν βουλὴν· αὕτη γὰρ ἡ βουλὴ ἕνεκεν πλεονεξίας.

τίνι ἀνηγγείλαμεν κακά, καὶ τίνι ἀνηγγείλαμεν ἀγγελίαν; οἱ ἀπογεγαλακτισμένοι ἀπὸ γάλακτος, οἱ ἀποσπασμένοι ἀπὸ μαστοῦ.

θλίψιν ἐπὶ θλίψιν προσδέχου, ἐλπίδα ἐπʼ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρόν,

διὰ φαυλισμὸν χειλέων, γλώσσης ἐτέρας· ὅτι λαλήσουσιν τῷ λαῷ τούτῳ

λέγοντες αὐτοῖς Τοῦτο τὸ ἀναπαυμα τῷ πεινῶντι καὶ τοῦτο τὸ σύντριμμα, καὶ [*](U+05D0AQΓ) [*](XXVIII 1 Εφρεμ U+05D0 | ανθος] + το ωρεον U+05D0* (ωραιον U+05D0c.b) εκ της δοξης] ?? διναμις δοξης αυτου Qmg επι] pr ο εστῖ Qmg κορυφης] κεφαλης Γ | πα- χεως A 2 σκληρον (σκηρ. U+05D0* σκλ. U+05D0¹)] + παρα κυ U+05D0* (improb U+05D0c.a,c.b) | om ουκ εχουσα σκεπην βια καταφ. U+05D0* (hab U+05D0c.a,c.b) αναπαυμα] αναπαυσιν U+05D0AQ ανα αναπαυσιν Γ | ταις χρσιν] pr και U+05D0* (improb U+05D0c.a)Γ 3 κατα- πατηθησεται] ομοιως α΄θ΄ Qmg pr και U+05D0QΓ | υβρεως] υπερηφανιας Qmg Εφραιμ (Εφεμ U+05D0)] | pr του AQΓ 4 ελπιδος της ζωης] ελπ. τ δοξης U+05D0AΓ δαξης τ. ελπιδος Q ακου U+05D0* (ακρ. U+05D0¹fort) | του ορους] bis scr του U+05D0* (improb 1° U+05D0?) | αυτο 1°] αυτω Γ* (-το Γ¹) πριν] + η U+05D0AQΓ χειραν U+05D0* bis scr λαβειν U+05D0* (improb 2° U+05D0c.a,c.b) | om αυτο 2° U+05D0c.bAQ | θεληση Γ | καταπιν U+05D0* (-πιειν U+05D0c(b vid)) 5 is scr εσται κς σαβαωθ A πλεκεις] πλαλεις U+05D0c.b |πλακις U+05D0c.a) AQΓ του λαου] μου λαω εν Αιγυπτω Bb μ. λ. A + μου Q 6 καταλειφθ… κρισεως] οι γ΄ ӄ εις πνα κρισεως Qmg λαταλιφθησεται U+05D0 pr και A επι 1°] pr γαρ Q επι 2°] pr ?? τω καθημενω Qmg 7 πεπλημμελη- μενοι] πεπλανημενοι ΒbU+05D0 (οι rescr U+05D0¹) AQΓ προφητης] φ incep U+05D0* (προφ. U+05D01) om δια το σικερα κατεποθησαν U+05D0AQΓ μεθης] + του σικερα U+05D0AQΓ τουτ εστι (-τιν Q)] τουτο εστιν U+05D0AΓ φασμα] φαντασμα A 8 om αυτη γαρ η βουλη U+05D0* (hab U+05D01,a(vel a.b),c.b) 9 ανηγγειλαμεν 2⁰] ανηγγελιλαμεν X (λ 1⁰ ras U+05D0?) οι απογεγαλκτ,] pr και U+05D0* (improb U+05D0c.b) απεσπασμενοι U+05D0post c.a(vid) AQΓ 10 om ελπιδα επ B*vid (hab Bab) ελπιδι] δ sup ras Ba(vid)b 12 αυτοις] αυτω U+05D0c.aAQ* (-τοις Qmg πεινωντι] πινοντι U+05D0 πινωντι Q*Γ)

149
οὐκ ἠθέλησαν ἀκούειν.

καὶ ἔσται αὐτοις τὸ λογιον Κυρίου θλίψις [*](Β) ἐπὶ θλιψιω, ἐλπὶς ἐπὶ ἐλπίδι, ἔτι μικρὸν ἔτι μικρὸν ἵνα πορεύσαωσιν καὶ πέσωσιν ὀπίσω, καὶ συντριβήσονται καὶ κινδυνεύσουσιν καὶ ἁλώσονται.

Διὰ τοῦτο ἀκούσατε λόγον τοῦ κυρίου, ἄνδρες τεθλιμμένοι καὶ ἄρχοντες τοῦ λαοῦ τούτου τοῦ ἐν Ἰερουσαλήμ,

ὅτι εἴπατε Ἐποιήσαμεν διαθήκην μετὰ τοῦ ἄδον, καὶ μετὰ τοῦ θανάτου συνθήκας· καταιγὶς φερομένη ἐὰν παρέλθη, οὐ μὴ ἔλθῃ ἐφʼ ἡμᾶς· ἐθήκαμεν ψεῦδος τὴν ἐλπίδα ἡμῶν, καὶ τῷ ψεύδει σκεπασθησόμεθα.