Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Ὡς καταιγὶς δι ἐρήμου διέλθοι, ἐξ ἐρήμου ἐρχομένη ἐκ γῆς· φοβερὸν

τὸ ὅραμα καὶ σκληρὸν ἀνηγγέλη μοι. ὁ ἀθετῶν ἀθετεῖ ὁ ἀνομῶν ἀνομεῖ. ἐπʼ ἐμοὶ οἱ Ἐλαμεῖται, καὶ οἱ πρέσβεις τῶν Περσῶν ἐπʼ ἐμὲ ἔρχονται. νῦν στενάξω καὶ παρακαλέσω ἐμαυτόν.

διὰ τοῦτο ἐνεπλήσθη ἡ ὀσφύς μου ἐκλύσεως, καὶ ὠδῖνες ἔλαβόν με ὡς τὴν τίκτουσαν· ἠδίκησα τὸ μὴ ἀκοῦσαι, ἐσ πούδασα τοῦ μὴ βλέπειν.

ἡ καρδία μου πλανᾶται καὶ ἡ ἀνομία με βαπτίζει, ἡ ψυχὴ μου ἐφέστηκεν εἰς φόβον.

ἑτοίμασον τὴν τράπεζαν, φάγετε, πίετε· ἀναστάντες οἱ ἄρχοντες ἑτοιμάσατε θυρεούς,

ὅτι οὕτως εἶπεν πρὸς μέ Κύριος Βαδίσας σεαυτῷ στῆσον σκοπόν, καὶ ὃ ἂν ἴδῃς ἀνάγγειλον.

καὶ εἶδον ἀναβάτας ἱππεῖς δύο, καὶ ἀναβάτηνὄνου καὶ ἀναβάτην καμήλου. ἀκρόασαι ἀκρόασιν πολλήν, καὶ κάλεσον,

καὶ κάλεσον Οὐρείαν εἰς τὴν σκοπιάν. Κύριος εἶπεν Ἔστην διὰ παντὸς ἡμέρας, καὶ ἐπὶ τῆς παρεμβολῆς ἐγὼ ἔστην ὅλην τὴν νύκτα,

καὶ ἰδοὺ αὐτὸς ἔρχεται ἀναβάτης συνωρίδος. καὶ ἀποκριθεὶς εἶπεν Πέπτωκεν πέπτωκεν Βαβυλών, καὶ πάντα τὰ ἀγάλματα αὐτῆς καὶ τὰ χειροποίητα αὐτῆς συνετρίβη εἰς τὴν γῆν.

ἀκούσατε οἱ καταλελιμμένοι [*](U+05D0AQΓ) [*](6 εαυτους B* (εις αυτους Bᵃᵇ) βοηθιαν U+05D0Q* οι] και αυτοι U+05D0Γ | ηδυναντο U+05D0AQΓ απο] υπο Γ X ΧI tit οραμα] ρημα Q hiat Γ ερημου] ?? θαλασσης Qmg ᵍ 1 θοι Q* (διελθοι Qmg) εξ επ U+05D0* (εξ U+05D0c.a) 2 Ελαμιται U+05D0 (τρ U+05D0* .ται U+05D0c.b Q 3 ηδικησα] ηδι κησαν ως U+05D0* (ν ως ras U+05D0?) εσπουδασαν U+05D0* (ν ras U+05D0?) του μη βλ.] το μη βλ. U+05D0AQΓ 4 και η ανομια με] ανομια με και η αμαρτια με U+05D0* om και η αμ. με U+05D0c.a ,c.b (ӄ η ανομια με U+05D0c.b ψη|χη U+05D0* (φυ. U+05D0?) βον B (φοβον U+05D0iam ante c.a ) 5 ετοιμασον] ετοιμασατε U+05D0 | τραπεζαν] + ?? σκοπευσον την σκοπιαν Qmg πιετε φαγετε U+05D0AQ θερεους B* (θυρ. Bᵃᵇ) 6 οτι] διοτι U+05D0Γ προς με Κυριος] προς με κς σαβαωθ U+05D0d.a κς προς με AQ μοι κς Γ | σε αυτω] εαυτω U+05D0 | και 0 αν ιδης αναγγειλον] α᾿ ӄ οσα οψ εται αναγγελει θʼ 0 εαν ιδη αναγγελει σʼ ο αν ιδη αναγγειλατω Qmg ο] ον B*vid U+05D0* (ο U+05D0c.a ,c.b ) Γ |αν] εαν U+05D0c.a, c.b AQ 7 και ειδον (ιδον U+05D0AΓ )] αʼθʼ ӄ οψεται σʼ ӄ ιδεν Qmg om και 20 U+05D0AQΓ ακροασιν] pr ?? α᾿ θ᾿ Qmg 8 Ουριαν BᵇU+05D0AQΓ θʼ αριηλ α’ λεοντα σʼ λεαιναν Qmg σκοπιαν] + κυ U+05D0AQ (σʼ κς Qmg) Γ Κυριος] και U+05D0AQΓ παρεμολης U+05D0* (παρεμβ. U+05D0c)) om εγω AQ 9 σινωριδος U+05D0* ξυν. U+05D0c (postea συν.) om πεπτωκεν 2⁰ U+05D0AQ (ομοιως οi γʼ mg) Γ πανια] ειπιντα U+05D0* (πανια U+05D0c.a ⁽vid)et postea) συνετριβη (συ ετρ. B* συ νετρ. B?)] συνε- τριβησαν U+05D0AQΓ 10 καταλελιμμ. (καταλιμμ. B* καταλελιμμ. Baᵇ)] καταλελειμμ. Qᵃ)

137
καὶ οἱ ὀδυνώμενοι, ἀκούσατε ἃ ἤκουσα παρὰ Κυρίου σαβαώθ· ὁ [*](B) θεὸς τοῦ Ἰσραὴλ ἀνήγγειλεν ἡμῖν.

Τὁ ὅραμα τῆς Ἰδουμαίας.

Πρὸς ἐμέ καλεῖ παρὰ τοῦ Σηείρ Φυλάσσετε ἐπάλξεις.

Φυλάσσω τὸ πρωὶ καὶ τὴν νύκτα· ἐὰν ζητῇς ζήτει, καὶ παρ᾿ ἐμοὶ οἴκει.

ἐν τῷ δρυμῷ ἐσπέρας κοιμηθήσῃ, ἐν τῇ ὁδῷ Δαιδάν.

εἰς σνάντησιν διψῶντι ὕδωρ φέρετε, οἱ ἐνοικοῦντες ἐν χώρᾳ Θαιμάν, ἄρτοις συναντᾶτε τοῖς φεύγουσιν

διὰ τὸ πλῆθος τῶν πεφονευμένων καὶ διὰ τὸ πλῆθος τῶν πλανωμένων καὶ διὰ τὸ πλῆθος τῆς μαχαίρας καὶ διὰ τὸ πλῆθος τῶν τοξευμάτων τῶν διατεταμένων καὶ διὰ τὸ πλῆθος τῶν πεπτωκότων ἐν τῷ πολέμῳ.

διότι οὕτως εἶπέν μοι Κύριος Ἔτι ἐνιαυτὸς ὡς ἐνιαυτὸς μισθωτοῦ, ἐκλείψει ἡ δόξα τῶν υἱῶν Κηδάρ,

καὶ τὸ κατάλοιπον τῶν τοξευμάτων τῶν ἰσχυρῶν υἱῶν Κηδὰρ ἔσται ὀλίγον, ὅτι Κύριος ὁ θεὸς Ἰσραὴλ ἐλάλησεν.