Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

Τοῦ ἔτους ὅτε εἰσῆλθε Ταναθὰν εἰς Ἀζωτον, ἡνίκα ἀπεστάλη ὑπὸ Ἄρνα βασιλέως Ἀσσυρίων καὶ ἐπολέμησεν τὴν Ἄζωτον καὶ λαβεν αὐτήν,

τότε ἐλάλησεν Κύριος πρὸς Ἠσαίον υἱὸν Ἀμὼς λέγων ΙΙορεύου καὶ ἄφελε τὸν σάκκον ἀπὸ τῆς ὀσφύος σου, καὶ τὰ σανδάλιά σου ὑπόλυσαι ἀπὸ τῶν ποδῶν σου, καὶ ποίησον οὕτως, πορευόμενος γυμνὸς καὶ ἀνυπόδετος.

καὶ εἶπεν Κύριος ὃν τρότπον πεπόρευται ὁ παῖς μου Ἰσαίας γυμνὸς καὶ ἀνυπόδετος τρία ἔτη, τρία ἔτη ἔσται εἰς σημεῖα καὶ τέρατα τοῖς Αἰγυπτίοις καὶ Αἰθίο ψιν·

ὅτι οὕτως ἄξει βασιλεὺς Ἀσσυρίων τὴν αἰχμαλωσίαν Αἰγύπτου καὶ Αἰθιόπων, νεανίο ους καὶ πρεσβύτας, γυμνοὺς καὶ ἀυυποδέτους ἅμα, κεκαλυμμένους τὴν αἰσχύνην Αἰγύπτου.

καὶ αἰ σχυνθήσονται ἡττηθέντες ἐπὶ τοῖς Αἰθίοψιν, ἐφʼ οἷς ἦσαν πεποιθότες οἱ Αἰγύπτιοι, οἱ ἤσαν αὐτοῖς δόξα.