Isaias

Septuaginta

Septuaginta. The Old Testament in Greek According to the Septuagint. Volume 3: Hosea-4 Maccabees, Psalms of Solomon, Enoch, The Odes. Swete, Henry Barclay, editor. Cambridge: Cambridge University Press, 1905

ἡμέρα γὰρ Κυρίου σαβαὼθ ἐπὶ πάντα ὑβριστὴν καὶ ὑπερήφανον καὶ ἐπὶ πάντα ὑψηλὸν καὶ μετέωρον, καὶ ταπεινωθήσονται,

καὶ ἐπὶ πᾶσαν κέδρον τοῦ Λιβάνου τῶν ὑψηλῶν καὶ μετεώρων, καὶ ἐπὶ πᾶν δένδρον βαλάνου Βασάν,

καὶ ἐπὶ πᾶν ὄρος, καὶ ἐπὶ πάντα βουνὸν ὑψηλόν,

καὶ ἐπὶ πάντα πύργον ὑψηλόν, καὶ ἐπὶ πᾶν τεῖχος ὑψηλόν,

[*](U+05D0ΑQΓ)[*](2 αυτο] αυτον U+05D0* (-το U+05D0c.b) Q* fort αυτω Γ 3 εθνη πολλα] α'θ'σ' λαοι πολλοι Qmg | om και 3⁰ AQ* (hab Qmg) Γ | εις το ορος] ασʼθ' ομοιως Qmg | Κυριου 1⁰] pr του A| πορευσωμεθα U+05D0 | Σιων U+05D0QΓ | Ιιλημ U+05D0* Ιλμ U+05D0c.b b(ᵛⁱᵈ) 4 των εθνων] εθν.πολλων U+05D0 | εξελεγξει] ελεγξει U+05D0 (ελεξι U+05D0* -γξει U+05D0c.b ) AQΓ | συνκοψουσιν U+05D0Q*vid | ου 1⁰] + μη U+05D0* (improb U+05D0c. ᵇ) θ΄ ου μη Qmg | λημψεται (ληψ. B*ᵛⁱᵈ [λημφ. Bᵐ ᵍ Q)] + ετι U+05D0 ᵃ⁽ᵛid) (improb U+05D0c.b A θ΄ αρη Qᵐᵍ | και 6⁰] σ΄ ουδε Qmg 5 νυν] + συ Qmg ο οικος] om ο U+05D0 | Ιακωβ] pr του U+05D0AQ | δευτε] + και U+05D0Qmg 6 ανηκε Qᵃ 7 αριθμος bis] pr ο U+05D0* (improb U+05D0c.b) | η γη] + ουτων A 8 om α εποιησαν B οις επ. U+05D0c.ᵇAQΓ 9 αυτους] αυτοις U+05D0*c.ᵇ (-τους U+05D0c.a) Q¹⁽ᵛⁱᵈ) (de Q* non liq) (α΄θ΄σ΄ -τους Qᵐᵍ) 10 εισελθατε U+05D0A AΓ | οταν αναστη (οταναστη Γ)... την γην] pr obelos Bᵃ (non inst Bᵇ) | θραυσοι] θαυσε U+05D0 (item 19) 12 υψη- λον] in ο ras aliq B? | ταπεινωθησονται] α΄σ΄ -θησεται θ΄ ομοιως τοις ο΄ Qmg 13 μεωρων B* (μετ. Bᵃᵇ) 14 ορος] + υφηλον U+05D0 οι γ΄ υψ. Qmg 15 παν] πανια U+05D0* (παν U+05D0c.a c.b))
105

καὶ ἐπὶ πᾶν πλοῖον θαλάσσης, καὶ ἐπὶ πᾶσαν θέαν πλοίων κάλλους·

[*](B)

καὶ ταπεινωθήσεται πᾶς ἄνθρωπος, καὶ πεσεῖται ὕβρις ἀνθρώπαων, καὶ ὑψωθήσεται Κύριος μόνος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ.

καὶ τὰ χειροποίητα πάντα κατακρύψουσιν,

εἰσενέγκαντες εἰς τὰ σπήλαια καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν καὶ εἰς τὰς τρώγλας τῆς γῆς, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

τῇ γὰρ ἡμέρᾳ ἐκείνῃ ἐκβαλεῖ ἄνθρωπος τὰ βδελύγματα αὐτοῦ τὰ ἀργυρᾶ καὶ τὰ χρυσᾶ, ἃ ἐποίησαν προσκυνεῖν, τοῖς ματαίοις καὶ ταῖς νυκτερίσιν,

τοῦ εἰσελθεῖν εἰς τὰς τρώγλας τῆς στερεάς πέτρας καὶ εἰς τὰς σχισμὰς τῶν πετρῶν, ἀπὸ προσώπου τοῦ φόβου Κυρίου καὶ ἀπὸ τῆς δόξης τῆς ἰσχύος αὐτοῦ, ὅταν ἀναστῇ θραῦσαι τὴν γῆν.

Ἰδοὺ δὴ ὁ δεσπότης Κύριος σαβαὼθ ἀφελεῖ ἀπὸ Ἰερουσαλὴμ καὶ ἀπὸ τῆς Ἰουδαίας ἰσχύοντα καὶ ἰσχύουσαν, ἰσχὺν ἄρτου καὶ ἰσχὺν ὕδατος,